Παράκληση Παναγίας της Έλωνας

Γειά σας,

Μου ζήτησαν ψηφιακά ή σε έντυπο βιβλίο, την παράκληση της Παναγίας της Έλωνας. Υπάρχει πουθενά; Σε πλήρη μορφή; Βρήκα κάτι στο scribd αλλά είναι ελλιπές.
 

π. Μάξιμος

Γενικός Συντονιστής

Ἀνώνυμος μᾶς ἔστειλε τά τῆς σελίδας πού λείπει.

εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν μονάδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Σκέπην καὶ βοήθειαν καὶ ἰσχυρὰν προστασίαν καὶ ἀσπίδα κραταιὰν ἐν παντὶ τῷ βίῳ, ὦ Μῆτέρ σσ ἔχοντες, νόσων τε καὶ θλίψεων καὶ ἀσθενημάτων, πειρασμῶν τε τοῦ δράκοντος καὶ πάσης Δέσποινα ἄλλης συμφορᾶς τε καὶ μάστιγος ταχέως ἐκλυτρούμεθα τῇ σῇ βοηθείᾳ πανάχραντε. Ὅθεν μὴν παύσῃς παρέχειν τὰς ἰάσεις συμπαθῶς, τοῖς πρὸς τὴν σὴν ἀγαθότητα, Κόρη, ἀτενίζουσιν.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου...
Εἶτα, ἀποπληροῦμεν τὰς λοιπὰς ᾠδὰς τοῦ Κανόνος.
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥῶσιν σώματος δίδου καὶ ψυχῆς θεραπείαν τε καὶ βοήθειαν, ὦ Ἔλωνα Παρθένε, τῇ σῇ ἐπιστασίᾳ τοῖς πίστει ἀδιστάκτῳ προσιοῦσιν καὶ ψάλλουσιν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὦ πανάχραντε Μῆτερ, ἡ Θεὸν σαρκωθέντα ἀσπόρως τέξασα, ταῖς θείαις σου πρεσβείαις, δεινῆς μου ἀῤῥωστίας νῦν θεράπευσον δέομαι, ἵνα ὑμνῶ σε ἀεί, σωθεὶς τῇ χάριτί σου.
Ἐπιθέσεις ποικίλας τοῦ ἐχθροῦ τοῦ δολίου νῦν ἀποδίωξον, καὶ πᾶσαν μαγγανείαν, βασκανίαν ματαίωσον, ὦ Προστασία Φοβερά, Μῆτερ Θεοῦ τοῦ Ὑψίστου.
Ἐλευθέρωσον, σῶσον, πάσης ἐχθροῦ παγίδος καὶ ἐπιθέσεως, ἡμᾶς τοὺς προσκυνοῦντας τὴν θείαν σου εἰκόνα, ὦ Μῆτερ Ἔλωνα, ἐν πάσῃ ὥρᾳ Ἁγνή, καὶ πάσει περιστάσει.
 

Π. Δαβίδ

Γενικός συντονιστής
Ὦ Κόρη, ὦ Μῆτερ, ὦ Θεοτόκε...
Πολύ ὦ γιά ἀρχή καὶ στὴ συνέχεια συντακτικό καὶ μέτρο πᾶνε περίπατο....
 
Top