Ευχή για την πίτα του Αγίου Φανουρίου

p.spyridon

Νέο μέλος
Όταν κάποιος φέρει πίτα για να διάβάσουμε για τον Άγιο Φανούριο για παράδειγμα μετά το τέλος του εσπερινού ή της παράκλησης ποια είναι η τυπική διάταξη .....; σαν ξεχωριστή ακολουθία ; η μόνο την ευχή ...παραθέτω απο το αρχείο μου μια πρόταση τυπικής διάταξης ..:

ΕΙΣ ΤΗΝ ΠΙΤΤΑΝ ΤΟΥ ΑΓΙΟΥ ΦΑΝΟΥΡΙΟΥ

Εὐλογητός ὁ Θεός ἡμῶν πάντοτε νῦν καί ἀεί και εἰς τους αἰώνας των αἰώνων. Αμην

Δέησις ὑπὸ τοῦ Ἱερέως:

Ἐλέησον ἡμᾶς ὁ Θεός..

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν..

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, ἀντιλήψεως, θείας βοηθείας καὶ μακροημερεύσεως τῶν δούλων τοῦ Θεοῦ τῶν προσφερόντων τὰ δῶρα ταῦτα (δείνων ἤτοι, κατ᾿ ὄνομα μνημόνευσις). ὑπέρ ὑγειᾶς , θείας βοηθείας καί μετανοίας ὑπέρ αὐτῶν ἡμῶν εἴπωμεν.

ΑΠΟΛΥΤΙΚΙΑ ΤΟΥ ΑΓΙΟΥ ΦΑΝΟΥΡΙΟΥ
Ἦχος δ´. Ταχὺ προκατάλαβε.

Οὐράνιον ἐφύμνιον ἐν γῇ τελεῖται λαμπρῶς. Ἐπίγειον πανήγυριν νῦν ἑορτάζει φαιδρῶς Ἀγγέλων πολίτευμα. Ἄνωθεν ὑμνωδίαις εὐφημοῦσι τοὺς ἄθλους, κάτωθεν Ἐκκλησία τὴν οὐράνιον δόξαν, ἣν εὗρες πόνοις καὶ ἄθλοις τοῖς σοῖς, Φανούριε ἔνδοξε.

Ὡς ἄστρον ἀνέτειλας τῇ Ἐκκλησίᾳ Χριστοῦ καὶ πάντας κατηύγασας φανερωθεὶς θαυμαστῶς, Φανούριε ἔνδοξε. Ὅθεν τοῖς εὐφημοῦσι τὴν σὴν ἄθλησιν, Μάρτυς, νέμεις τῶν σῶν θαυμάτων τὴν σωτήριον χάριν, πρεσβεύων τῷ Κυρίῳ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ὁ Ἱερεὺς ἀναγινώσκει τὴν Εὐχήν. …Εὐχὴ εἰς πίτταν Ἁγίου Φανουρίου
Ἐγκόλπιον Εὐχολόγιον Μητροπ. Ν.Ἰωνίας +Τιμοθέου Ματθαιάκη. σελ.64

Κύριε Ἰησοῦ Χριστέ, ὁ οὐράνιος Ἄρτος, ὁ τῆς βρώσεως τῆς μενούσης εἰς τὸν αἰῶνα πλουσιοπάροχος χορηγός, ὁ δοτὴρ τῶν ἀγαθῶν, ὁ δι᾿ Ἠλιοὺ τοῦ Προφήτου τροφήν ἀγεώργητον πηγάσας, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ἡ βοήθεια τῶν ἀβοηθήτων καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εὐλόγησον τὰ δῶρα ταῦτα καὶ τοὺς ταῦτά Σοι προσκομίσαντας εἰς δόξαν Σὴν καὶ τιμὴν δὲ καὶ μνήμην τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Φανουρίου.
Παράσχου δέ, Ἀγαθέ, τοῖς εὐτρεπίσασι τοὺς πλακοῦντας τούτους, πάντα τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά Σου. Εὔφρανον αὐτοὺς ἐν χαρᾷ μετὰ τοῦ Προσώπου Σου. Δεῖξον αὐτοῖς ὁδοὺς πρὸς σωτηρίαν.
Τὰ αἰτήματα τῶν καρδιῶν αὐτῶν καὶ πᾶσαν τὴν βουλὴν αὐτῶν ταχέως πλήρωσον, ὁδηγῶν αὐτοὺς πρὸς ἐργασίαν τῶν ἐντολῶν Σου, ἵνα διαπαντὸς ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ὑμνῶσι καὶ δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς Ὄνομά Σου, πρεσβείαις τῆς Ὑπερευλογημένης Θεοτόκου, τοῦ Ἁγίου Ἐνδόξου Νεομάρτυρος Φανουρίου τοῦ Θαυματουργοῦ καὶ πάντων Σου τῶν Ἁγίων. Ἀμήν.
 
Top