«Προϊστορεῖ ὁ Ἰωνᾶς τὸν τάφον σου...» (ἀναστάσιμο κάθισμα Κυριακῆς πλ. β’ ἤχου)

MTheodorakis

Παλαιό Μέλος


Ἀναστάσιμο κάθισμα Κυριακῆς πλ. β’ ἤχου:

Προϊστορεῖ ὁ Ἰωνᾶς (1) τὸν τάφον σου , καὶ ἑρμηνεύει Συμεὼν (2) τὴν Ἔγερσιν τὴν ἔνθεον, ἀθάνατε Κύριε· κατέβης γὰρ ὡσεὶ νεκρὸς ἐν τῷ τάφῳ, ὁ λύσας ᾍδου τὰς πύλας, ἀνέστης δὲ ἄνευ φθορᾶς ὡς Δεσπότης, τοῦ κόσμου εἰς σωτηρίαν, Χριστὲ ὁ Θεὸς ἡμῶν, φωτίσας τοὺς ἐν σκότει.

(1) «ὥσπερ γὰρ ἐγένετο Ἰωνᾶς ὁ προφήτης ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας» (Μτ. ιβ’ 40).
(2) «καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ» (Λκ. β’ 34).

 
Top