Zambelis Spyros
Παλαιό Μέλος
[''Πλάτων (Νόμοι Β', 654Α): "χορεία γε μην όρχησίς τε και ωδή το ξύνολόν εστι" (χορεία, βέβαια, είναι το σύνολο χορού και τραγουδιού), βλ. και 665Α.'']
Plato, Laws
Plat. Laws 2
Πλάτων, Νόμοι Β', 654Α
[654α] εἴπομεν τοὺς θεοὺς συγχορευτὰς δεδόσθαι, τούτους εἶναι καὶ τοὺς δεδωκότας τὴν ἔνρυθμόν τε καὶ ἐναρμόνιον αἴσθησιν μεθ᾽ ἡδονῆς, ᾗ δὴ κινεῖν τε ἡμᾶς καὶ χορηγεῖν ἡμῶν τούτους, ᾠδαῖς τε καὶ ὀρχήσεσιν ἀλλήλοις συνείροντας, χορούς τε ὠνομακέναι παρὰ τὸ τῆς χαρᾶς ἔμφυτον ὄνομα. πρῶτον δὴ τοῦτο ἀποδεξώμεθα; θῶμεν παιδείαν εἶναι πρώτην διὰ Μουσῶν τε καὶ Ἀπόλλωνος, ἢ πῶς;
Κλεινίας
οὕτως.
Ἀθηναῖος
οὐκοῦν ὁ μὲν ἀπαίδευτος ἀχόρευτος ἡμῖν ἔσται, τὸν
[654β] δὲ πεπαιδευμένον ἱκανῶς κεχορευκότα θετέον;
Κλεινίας
τί μήν;
Ἀθηναῖος
χορεία γε μὴν ὄρχησίς τε καὶ ᾠδὴ τὸ σύνολόν ἐστιν.
Κλεινίας
ἀναγκαῖον.
Ἀθηναῖος
ὁ καλῶς ἄρα πεπαιδευμένος ᾁδειν τε καὶ ὀρχεῖσθαι δυνατὸς ἂν εἴη καλῶς.
Κλεινίας
ἔοικεν.
Ἀθηναῖος
ἴδωμεν δὴ τί ποτ᾽ ἐστὶ τὸ νῦν αὖ λεγόμενον.
Κλεινίας
τὸ ποῖον δή;
Ἀθηναῖος
“καλῶς ᾁδει,” φαμέν, “καὶ καλῶς ὀρχεῖται”: πότερον
[654ξ] “εἰ καὶ καλὰ ᾁδει καὶ καλὰ ὀρχεῖται” προσθῶμεν ἢ μή;
Κλεινίας
προσθῶμεν.
Ἀθηναῖος
τί δ᾽ ἂν τὰ καλά τε ἡγούμενος εἶναι καλὰ καὶ τὰ αἰσχρὰ αἰσχρὰ οὕτως αὐτοῖς χρῆται; βέλτιον ὁ τοιοῦτος πεπαιδευμένος ἡμῖν ἔσται τὴν χορείαν τε καὶ μουσικὴν ἢ ὃς ἂν τῷ μὲν σώματι καὶ τῇ φωνῇ τὸ διανοηθὲν εἶναι καλὸν ἱκανῶς ὑπηρετεῖν δυνηθῇ ἑκάστοτε, χαίρῃ δὲ μὴ τοῖς καλοῖς μηδὲ μισῇ τὰ μὴ καλά; ἢ 'κεῖνος ὃς ἂν τῇ μὲν φωνῇ καὶ
[654δ] τῷ σώματι μὴ πάνυ δυνατὸς ᾖ κατορθοῦν, ἢ διανοεῖσθαι, τῇ δὲ ἡδονῇ καὶ λύπῃ κατορθοῖ, τὰ μὲν ἀσπαζόμενος, ὅσα καλά, τὰ δὲ δυσχεραίνων, ὁπόσα μὴ καλά;
Κλεινίας
πολὺ τὸ διαφέρον, ὦ ξένε, λέγεις τῆς παιδείας.
Ἀθηναῖος
οὐκοῦν εἰ μὲν τὸ καλὸν ᾠδῆς τε καὶ ὀρχήσεως πέρι γιγνώσκομεν τρεῖς ὄντες, ἴσμεν καὶ τὸν πεπαιδευμένον τε καὶ ἀπαίδευτον ὀρθῶς: εἰ δὲ ἀγνοοῦμέν γε τοῦτο, οὐδ᾽ εἴ τις παιδείας ἐστὶν φυλακὴ καὶ ὅπου διαγιγνώσκειν ἄν ποτε
[654ε] δυναίμεθα. ἆρ᾽ οὐχ οὕτως;
Κλεινίας
οὕτω μὲν οὖν.
Ἀθηναῖος
ταῦτ᾽ ἄρα μετὰ τοῦθ᾽ ἡμῖν αὖ καθάπερ κυσὶν ἰχνευούσαις διερευνητέον, σχῆμά τε καλὸν καὶ μέλος καὶ ᾠδὴν καὶ ὄρχησιν: εἰ δὲ ταῦθ᾽ ἡμᾶς διαφυγόντα οἰχήσεται, μάταιος ὁ μετὰ ταῦθ᾽ ἡμῖν περὶ παιδείας ὀρθῆς εἴθ᾽ Ἑλληνικῆς εἴτε βαρβαρικῆς λόγος ἂν εἴη.
~~~~~~~~~~
[665α] τάξει ῥυθμὸς ὄνομα εἴη, τῇ δὲ αὖ τῆς φωνῆς, τοῦ τε ὀξέος ἅμα καὶ βαρέος συγκεραννυμένων, ἁρμονία ὄνομα προσαγορεύοιτο, χορεία δὲ τὸ συναμφότερον κληθείη. θεοὺς δὲ ἔφαμεν ἐλεοῦντας ἡμᾶς συγχορευτάς τε καὶ χορηγοὺς ἡμῖν δεδωκέναι τόν τε Ἀπόλλωνα καὶ μούσας, καὶ δὴ καὶ τρίτον ἔφαμεν, εἰ μεμνήμεθα, Διόνυσον.
Plato. Platonis Opera, ed. John Burnet. Oxford University Press. 1903.
http://www.perseus.tufts.edu/hopper/text?doc=Plat.+Laws+2.665a&fromdoc=Perseus:text:1999.01.0165