Εγκυκλοπαίδεια της αρχαίας ελληνικής μουσικής

Zambelis Spyros

Παλαιό Μέλος
[''Ο Βακχείος (Εισ. 93) τον ορίζει ως: "χρόνου καταμέτρησις μετά κινήσεως γινομένη ποιας τίνος" (καταμέτρηση χρόνου, που γίνεται με κάποια κίνηση). Δίνει επίσης και ορισμούς από άλλους συγγραφείς.'']

Βακχείος, Εισ. 93

http://www.archive.org/stream/musiciscriptore01jangoog#page/n414/mode/1up
 

Attachments

  • musiciscriptore01jangoog_0415.jpg
    118.3 KB · Views: 1

Zambelis Spyros

Παλαιό Μέλος
[''Ο Αριστόξενος υπήρξε ο πρώτος που μελέτησε με συστηματικό τρόπο το φαινόμενο του μουσικού ρυθμού. [...] Η θεωρία του Αριστόξενου βασίζεται στην αντίληψη ότι ο ρυθμός υπάρχει από μόνος του, ανεξάρτητα από οποιαδήποτε πραγματοποίηση, και κυλά μέσα σε μια αφηρημένη διάρκεια (πρβ. L. Laloy, Lexique d'Aristoxene, XXXI)· "ο ρυθμός ποτέ δεν αναμειγνύεται με το ρυθμικό υλικό, αλλά δίνει κάποια τάξη στο ρυθμιζόμενο (το υλικό που μπαίνει σε τάξη, που ρυθμίζεται), κάνοντας τους χρόνους να διαδέχονται ο ένας τον άλλον με τούτον ή εκείνο τον τρόπο. Ο ρυθμός και η μορφή (φόρμα) μοιάζουν στο ότι και οι δύο δεν έχουν πραγματική υπόσταση. Αληθινά, η φόρμα δεν μπορούσε να υπάρξει χωρίς το υλικό που θα τη δεχόταν· όμοια, ο ρυθμός, με την απουσία ενός στοιχείου επιδεκτικού μετρήσεως και ικανού να διαιρεί το χρόνο, δεν μπορούσε να υπάρξει· γιατί ο χρόνος δεν μπορεί να διαιρεθεί από μόνος του, πρέπει να υπάρχει κάτι άλλο που να τον διαιρεί. Είναι, επομένως, ανάγκη το ρυθμικό υλικό να μπορεί να διαιρεθεί σε αντιληπτά μέρη, με τα οποία θα μπορούσε να πραγματοποιηθεί η διαίρεση του χρόνου" (Αριστόξ. Ρυθμ. Στοιχ. Feussner, κεφ. 2).
Τα υλικά του ρυθμού είναι "οι λέξεις, το μέλος και η κίνηση του σώματος". '']

Αρμονικά στοιχεία

πάλιν ἐν τοῖς περὶ τοὺς ῥυθμοὺς πολλὰ
τοιαῦθ᾽ ὁρῶμεν γιγνόμενα· καὶ γὰρ μένοντος τοῦ λόγου,
καθ᾽ ὃν διώρισται τὰ γένη, τὰ μεγέθη κινεῖται τῶν ποδῶν
διὰ τὴν τῆς ἀγωγῆς δύναμιν, καὶ τῶν μεγεθῶν μενόντων
ἀνόμοιοι γίγνονται οἱ πόδες· καὶ τὸ αὐτὸ μέγεθος πόδα
τε δύναται καὶ συζυγίαν· δῆλον δ᾽ ὅτι καὶ αἱ τῶν διαιρέ-
σεών τε καὶ σχημάτων _διαφορα_ί περὶ μένον τι μέγεθος
γίγνονται. καθόλου δ᾽ εἰπεῖν ἡ μὲν ῥυθμοποιΐα πολλὰς καὶ
παντοδαπὰς κινήσεις κινεῖται, οἱ δὲ πόδες οἷς σημαινόμεθα
τοὺς ῥυθμοὺς ἁπλᾶς τε καὶ τὰς αὐτὰς ἀεί. τοιαύτην δ᾽ ἐ-
χούσης φύσιν τῆς μουσικῆς ἀναγκαῖον καὶ ἐν τοῖς περὶ τὸ
ἡρμοσμένον συνεθισθῆναι τήν τε διάνοιαν καὶ τὴν αἴσθησιν
καλῶς κρίνειν τό τε μένον καὶ τὸ κινούμενον. ἁπλῶς μὲν
οὖν εἰπεῖν τοιαύτη τίς ἐστιν ἡ ἁρμονικὴ κληθεῖσα ἐπιστή-
μη οἵαν διεληλύθαμεν· συμβέβηκε δ᾽ αὐτὴν διαιρεῖσθαι εἰς
ἑπτὰ μέρη.

~~~~~~~~~~~~~~~~~~~

ΑΡΙΣΤΟΞΕΝΟΥ
ΡΥΘΜΙΚΩΝ ΣΤΟΙΧΕΙΩΝ ΠΡΩΤΟΝ.
Ὁ δὲ ῥυθμός ἐστιν, ὥς
φησιν Ἀριστόξενος καὶ Ἡφαιστίων, χρόνων τάξις.

` Ῥυθμὸς δέ ἐστιν __. κατὰ δὲ Ἀρι-
στόξενον χρόνος διῃρημένος ἐφ᾽ ἑκάστῳ τῶν ῥυθμίζεσθαι δυνα-
μένων.
` Τῶν δὲ ῥυθμιζομένων ἕκαστον οὔτε κινεῖται
συνεχῶς οὔτε ἠρεμεῖ, ἀλλ᾽ ἐναλλάξ. καὶ τὴν μὲν ἠρεμίαν
σημαίνει τό τε σχῆμα καὶ ὁ φθόγγος καὶ ἡ συλλαβή, οὐδενὸς
γὰρ τούτων ἐστὶν αἰσθέσθαι ἄνευ τοῦ ἠρεμῆσαι· τὴν δὲ
κίνησιν ἡ μετάβασις ἡ ἀπὸ σχήματος ἐπὶ σχῆμα καὶ ἡ ἀπὸ
φθόγγου ἐπὶ φθόγγον καὶ ἡ ἀπὸ συλλαβῆς ἐπὶ συλλαβήν. εἰσὶ
δὲ οἱ μὲν ὑπὸ τῶν ἠρεμιῶν κατεχόμενοι χρόνοι γνώριμοι, οἱ
δὲ ὑπὸ τῶν κινήσεων ἄγνωστοι διὰ σμικρότητα ὥσπερ ὅροι
τινὲς ὄντες τῶν ὑπὸ τῶν ἠρεμιῶν κατεχομένων χρόνων.
Νοητέον δὲ καὶ τοῦτο ὅτι τῶν ῥυθμικῶν συστημάτων ἕκαστον
οὐχ ὁμοίως σύγκειται ἔκ τε τῶν γνωρίμων χρόνων κατὰ τὸ ποσὸν
καὶ ἐκ τῶν ἀγνώστων, ἀλλ᾽ ἐκ μὲν τῶν γνωρίμων κατὰ τὸ
ποσὸν ὡς ἐκ μερῶν τινων σύγκειται τὰ συστήματα, ἐκ δὲ τῶν
ἀγνώστων ὡς ἐκ τῶν διοριζόντων τοὺς γνωρίμους κατὰ τὸ
ποσὸν χρόνους.
` Ὁ δὲ ῥυθμὸς οὐ γίνεται ἐξ ἑνὸς χρόνου, ἀλλὰ
προσδεῖται ἡ γένεσις αὐτοῦ τοῦ τε προτέρου καὶ τοῦ ὑστέρου.
` Καὶ πρῶτόν γε ὅτι πᾶν μέτρον πρὸς τὸ με-
τρούμενόν πως καὶ πέφυκε καὶ λέγεται. ὥστε καὶ ἡ συλλαβὴ
οὕτως ἂν ἔχοι πρὸς τὸν ῥυθμὸν ὡς τὸ μέτρον πρὸς τὸ με-
τρούμενον, εἴπερ τοιοῦτόν ἐστιν οἷον μετρεῖν τὸν ῥυθμόν.
ἀλλὰ τοῦτον μὲν τὸν λόγον οἱ παλαιοὶ ἔφασαν ῥυθμικοί, ὁ
δέ γε Ἀριστόξενος οὐκ ἔστι, φησί, μέτρον ἡ συλλαβή. πᾶν γὰρ
μέτρον αὐτό τε ὡρισμένον ἐστὶ κατὰ τὸ ποσὸν καὶ πρὸς τὸ με-
τρούμενον ὡρισμένως ἔχει. ἡ δὲ συλλαβὴ οὐκ ἔστι κατὰ
τοῦτο ὡρισμένη πρὸς τὸν ῥυθμὸν ὡς τὸ μέτρον πρὸς τὸ με-
τρούμενον, ἡ γὰρ συλλαβὴ οὐκ ἀεὶ τὸν αὐτὸν χρόνον κατέχει,
τὸ δὲ μέτρον ἠρεμεῖν δεῖ κατὰ τὸ ποσὸν καθὸ μέτρον ἐστὶ καὶ
τὸ τοῦ χρόνου μέτρον ὡσαύτως κατὰ τὸ ἐν τῷ χρόνῳ ποσόν,
ἡ δὲ συλλαβὴ χρόνου τινὸς μέτρον οὖσα οὐκ ἠρεμεῖ κατὰ τὸν
χρόνον, μεγέθη μὲν γὰρ χρόνων οὐκ ἀεὶ τὰ αὐτὰ κατέχουσιν
αἱ συλλαβαί, λόγον μέντοι τὸν αὐτὸν ἀεὶ τῶν μεγεθῶν· ἥμισυ
μὲν γὰρ κατέχειν τὴν βραχεῖαν χρόνου, διπλάσιον δὲ τὴν
μακράν.



ΑΡΙΣΤΟΞΕΝΟΥ
ΡΥΘΜΙΚΩΝ ΣΤΟΙΧΕΙΩΝ ΔΕΥΤΕΡΟΝ.
Ὅτι μὲν τοῦ ῥυθμοῦ πλείους εἰσὶ φύσεις καὶ ποία τις
αὐτῶν ἑκάστη καὶ διὰ τίνας αἰτίας τῆς αὐτῆς ἔτυχον προσηγο-
ρίας καὶ τί αὐτῶν ἑκάστῃ ὑπόκειται, ἐν τοῖς ἔμπροσθεν εἰρη-
μένον. νῦν δὲ ἡμῖν περὶ αὐτοῦ λεκτέον τοῦ ἐν μουσικῇ τατ-
τομένου ῥυθμοῦ.
Ὅτι μὲν οὖν περὶ τοὺς χρόνους ἐστὶ καὶ τὴν τούτων
αἴσθησιν, εἴρηται μὲν καὶ ἐν τοῖς ἔμπροσθεν, λεκτέον δὲ καὶ
πάλιν νῦν, ἀρχὴ γὰρ τρόπον τινὰ τῆς περὶ τοὺς ῥυθμοὺς
ἐπιστήμης ἐστὶν αὕτη.
Νοητέον δὲ δύο τινὰς φύσεις ταύτας, τήν τε τοῦ ῥυθμοῦ
καὶ τὴν τοῦ ῥυθμιζομένου, παραπλησίως ἐχούσας πρὸς ἀλλήλας
ὥσπερ ἔχει τὸ σχῆμα καὶ τὸ σχηματιζόμενον πρὸς αὑτά.
Ὥσπερ γὰρ τὸ σῶμα πλείους ἰδέας λαμβάνει σχημάτων, ἐὰν
αὐτοῦ τὰ μέρη τεθῇ διαφερόντως, ἤτοι πάντα ἤ τινα αὐτῶν,
οὕτω καὶ τῶν ῥυθμιζομένων ἕκαστον πλείους λαμβάνει μορφάς,
οὐ κατὰ τὴν αὑτοῦ φύσιν, ἀλλὰ κατὰ τὴν τοῦ ῥυθμοῦ. ἡ γὰρ
αὐτὴ λέξις εἰς χρόνους τεθεῖσα διαφέροντας ἀλλήλων λαμβάνει
τινὰς διαφορὰς τοιαύτας, αἵ εἰσιν ἴσαι αὐταῖς τῆς τοῦ ῥυθμοῦ
φύσεως διαφοραῖς. Ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τοῦ μέλους
καὶ εἴ τι ἄλλο πέφυκε ῥυθμίζεσθαι τῷ τοιούτῳ ῥυθμῷ ὅς ἐστιν
ἐκ χρόνων συνεστηκώς.
Ἐπάγειν δὲ δεῖ τὴν αἴσθησιν ἐνθένδε περὶ τῆς εἰρη-
μένης ὁμοιότητος, πειρωμένους συνορᾶν καὶ περὶ ἑκατέρου
τῶν, εἰρημένων, οἷον τοῦ τε ῥυθμοῦ καὶ τοῦ ῥυθμιζομένου
Τῶν τε γὰρ πεφυκότων σχηματίζεσθαι σωμάτων οὐδενὶ οὐ-
δέν ἐστι τῶν σχημάτων τὸ αὐτό, ἀλλὰ διάθεσίς τίς ἐστι τῶν
τοῦ σώματος μερῶν τὸ σχῆμα, γινόμενον ἐκ τοῦ σχεῖν πως
ἕκαστον αὐτῶν, ὅθεν δὴ καὶ σχῆμα ἐκλήθη· ὅ τε ῥυθμὸς ὡσαύ-
τως οὐδενὶ τῶν ῥυθμιζομένων ἐστὶ τὸ αὐτό, ἀλλὰ τῶν διατι-
θέντων πως τὸ ῥυθμιζόμενον καὶ ποιούντων κατὰ τοὺς χρό-
νους τοιόνδε ἢ τοιόνδε.
Προσέοικε δὲ ἀλλήλοις τὰ εἰρημένα καὶ τῷ μὴ γίνεσθαι
καθ᾽ αὑτά. Τό τε γὰρ σχῆμα, μὴ ὑπάρχοντος τοῦ δεξομένου
αὐτό, δῆλον ὡς ἀδυνατεῖ γενέσθαι· ὅ τε ῥυθμὸς ὡσαύτως χωρὶς
τοῦ ῥυθμισθησομένου καὶ τέμνοντος τὸν χρόνον οὐ δύναται
γίνεσθαι, ἐπειδὴ ὁ μὲν χρόνος αὐτὸς αὑτὸν οὐ τέμνει, καθάπερ
ἐν τοῖς ἔμπροσθεν εἴπομεν, ἑτέρου δέ τινος δεῖ τοῦ διαιρήσον-
τος αὐτόν. Ἀναγκαῖον οὖν ἂν εἴη μεριστὸν εἶναι τὸ ῥυθμιζό-
μενον γνωρίμοις μέρεσιν, οἷς διαιρήσει τὸν χρόνον.
Ἀκόλουθον δέ ἐστι τοῖς, εἰρημένοις καὶ αὐτῷ τῷ φαινο-
μένῳ τὸ λέγειν, τὸν ῥυθμὸν γίνεσθαι, ὅταν ἡ τῶν χρόνων διαί-
ρεσις τάξιν τινὰ λάβῃ ἀφωρισμένην, οὐ γὰρ πᾶσα χρόνων τάξις
ἔνρυθμος. Πιθανὸν μὲν οὖν καὶ χωρὶς λόγου, τὸ μὴ πᾶσαν
χρόνων τάξιν ἔνρυθμον εἶναι· δεῖ δὲ καὶ διὰ τῶν ὁμοιοτή-
των ἐπάγειν τὴν διάνοιαν καὶ πειρᾶσθαι κατανοεῖν ἐξ ἐκείνων,
ἕως ἂν παραγένηται ἡ ἐξ αὐτοῦ τοῦ πράγματος πίστις. Ἔστι
δὲ ἡμῖν γνώριμα τὰ περὶ τὴν τῶν γραμμάτων σύνθεσιν καὶ τὰ
περὶ τὴν τῶν διαστημάτων, ὅτι οὔτ᾽ ἐν τῷ διαλέγεσθαι πάντα
τρόπον τὰ γράμματα συντίθεμεν, οὔτ᾽ ἐν τῷ μελῳδεῖν τὰ δια-
στήματα, ἀλλ᾽ ὀλίγοι μέν τινές εἰσιν οἱ τρόποι καθ᾽ οὓς
συντίθεται τὰ εἰρημένα πρὸς ἄλληλα, πολλοὶ δὲ καθ᾽ οὓς οὔτε
ἡ φωνὴ δύναται συντίθεσθαι φθεγγομένη, οὔτε ἡ αἴσθησις προς-
δέχεται, ἀλλ᾽ ἀποδοκιμάζει. Διὰ ταύτην γὰρ τὴν αἰτίαν τὸ μὲν
ἡρμοσμένον εἰς πολὺ ἐλάττους ἰδέας τίθεται, τὸ δὲ ἀνάρμοστον
εἰς πολὺ πλείους. Οὕτω δὲ καὶ τὰ περὶ τοὺς χρόνους ἔχοντα
φανήσεται· πολλαὶ μὲν γὰρ αὐτῶν συμμετρίαι τε καὶ τάξεις
ἀλλότριαι φαίνονται τῆς αἰσθήσεως οὖσαι, ὀλίγαι δέ τινες
οἰκεῖαί τε καὶ δυναταὶ ταχθῆναι εἰς τὴν τοῦ ῥυθμοῦ φύσιν. Τὸ
δὲ ῥυθμιζόμενόν ἐστι μὲν κοινόν πως ἀρρυθμίας τε καὶ ῥυθμοῦ·
ἀμφότερα γὰρ πέφυκεν ἐπιδέχεσθαι τὸ ῥυθμιζόμενον τὰ συστή-
ματα, τό τε εὔρυθμον καὶ τὸ ἄρρυθμον. Καλῶς δ᾽ εἰπεῖν
τοιοῦτον νοητέον τὸ ῥυθμιζόμενον, οἷον δύνασθαι μετατίθεσθαι
εἰς χρόνων μεγέθη παντοδαπὰ καὶ εἰς ξυνθέσεις παντοδαπάς.
Διαιρεῖται δὲ ὁ χρόνος ὑπὸ τῶν ῥυθμιζομένων τοῖς ἑκά-
στου αὐτῶν μέρεσιν. Ἔστι δὲ τὰ ῥυθμιζόμενα τρία· λέξις, μέλος,
κίνησις σωματική. ὥστε διαιρήσει τὸν χρόνον ἡ μὲν λέξις τοῖς
αὑτῆς μέρεσιν, οἷον γράμμασι καὶ συλλαβαῖς καὶ ῥήμασι καὶ πᾶσι
τοῖς τοιούτοις· τὸ δὲ μέλος τοῖς ἑαυτοῦ φθόγγοις τε καὶ
διαστήμασι καὶ συστήμασιν· ἡ δὲ κίνησις σημείοις τε καὶ σχήμασι
καὶ εἴ τι τοιοῦτόν ἐστι κινήσεως μέρος.
Καλείσθω δὲ πρῶτος μὲν τῶν χρόνων ὁ ὑπὸ μηδενὸς
τῶν ῥυθμιζομένων δυνατὸς ὢν διαιρεθῆναι, δίσημος δὲ ὁ δὶς
τούτῳ καταμετρούμενος, τρίσημος δὲ ὁ τρίς, τετράσημος δὲ
ὁ τετράκις. κατὰ ταὐτὰ δὲ καὶ ἐπὶ τῶν λοιπῶν μεγεθῶν τὰ
ὀνόματα ἕξει. Τὴν δὲ τοῦ πρώτου δύναμιν πειρᾶσθαι δεῖ κατα-
μανθάνειν τόνδε τὸν τρόπον. Τῶν σφόδρα φαινομένων ἐστὶ
τῇ αἰσθήσει τὸ μὴ λαμβάνειν εἰς ἄπειρον ἐπίτασιν τὰς τῶν κι-
νήσεων ταχυτῆτας, ἀλλ᾽ ἵστασθαί που συναγομένους τοὺς χρό-
νους, ἐν οἷς τίθεται τὰ μέρη τῶν κινουμένων· λέγω δὲ τῶν
οὕτω κινουμένων, ὡς ἥ τε φωνὴ κινεῖται λέγουσά τε καὶ μελ-
ῳδοῦσα καὶ τὸ _σῶμ_α σῆμα σημαῖνόν τε καὶ ὀρχούμενον καὶ
τὰς λοιπὰς τῶν τοιούτων κινήσεων κινούμενον. Τούτων δὲ
οὕτως ἔχειν φαινομένων, δῆλον ὅτι ἀναγκαῖόν ἐστιν εἶναί τινας
ἐλαχίστους χρόνους, ἐν οἷς ὁ μελῳδῶν θήσει τῶν φθόγγων
ἕκαστον. Ὁ αὐτὸς δὲ λόγος καὶ περὶ τῶν ξυλλαβῶν δῆλον ὅτι
καὶ περὶ τῶν σημείων. Ἐν ᾧ δὴ χρόνῳ μήτε δύο φθόγγοι
δύνανται τεθῆναι κατὰ μηδένα τρόπον, μήτε δύο ξυλλαβαί, μήτε
δύο σημεῖα, τοῦτον πρῶτον ἐροῦμεν χρόνον. Ὃν δὲ τρόπον
λήψεται τοῦτον ἡ αἴσθησις, φανερὸν ἔσται ἐπὶ τῶν ποδικῶν
σχημάτων.
Λέγομεν δέ τινα καὶ ἀσύνθετον χρόνον πρὸς τὴν τῆς
ῥυθμοποιίας χρῆσιν ἀναφέροντες. Ὅτι δ᾽ ἐστὶν οὐ τὸ αὐτὸ
ῥυθμοποιία τε καὶ ῥυθμός, σαφὲς μὲν οὔπω ῥᾴδιόν ἐστι ποιῆ-
σαι, πιστευέσθω δὲ διὰ τῆς ῥηθησομένης ὁμοιότητος. Ὥσπερ
γὰρ ἐν τῇ τοῦ μέλους φύσει τεθεωρήκαμεν, ὅτι οὐ τὸ αὐτὸ
σύστημά τε καὶ μελοποιία, οὐδὲ τόνος, οὐδὲ γένος, οὐδὲ με-
ταβολή, οὕτως ὑποληπτέον ἔχειν καὶ περὶ τοὺς ῥυθμούς τε
καὶ ῥυθμοποιίας, ἐπειδήπερ τοῦ μέλους χρῆσίν τινα τὴν μελο-
ποιίαν εὕρομεν οὖσαν, ἐπί τε τῆς ῥυθμικῆς πραγματείας τὴν
ῥυθμοποιίαν ὡσαύτως χρῆσίν τινά φαμεν εἶναι. Σαφέστερον δὲ
τοῦτο εἰσόμεθα προελθούσης τῆς πραγματείας. Ἀσύνθετον δὴ
_καὶ σύνθετον_ χρόνον πρὸς τὴν τῆς ῥυθμοποιίας χρῆσιν βλέπον-
τες ἐροῦμεν οἷον τόδε τι· _ἐάν τ_ι χρόνου μέγεθος ὑπὸ μιᾶς
ξυλλαβῆς ἢ ὑπὸ φθόγγου ἑνὸς ἢ σημείου καταληφθῇ, ἀσύνθε-
τον τοῦτον ἐροῦμεν τὸν χρόνον· ἐὰν δὲ τὸ αὐτὸ τοῦτο μέ-
γεθος ὑπὸ πλειόνων φθόγγων ἢ ξυλλαβῶν ἢ σημείων κατα-
ληφθῇ, σύνθετος ὁ χρόνος οὗτος ῥηθήσεται. Λάβοι δ᾽ ἄν τις
παράδειγμα τοῦ εἰρημένου ἐκ τῆς περὶ τὸ ἡρμοσμένον πραγ-
ματείας· καὶ γὰρ ἐκεῖ τὸ αὐτὸ μέγεθος ἡ μὲν ἁρμονία σύνθε-
τον, τὸ δὲ χρῶμα ἀσύνθετον, καὶ πάλιν τὸ μὲν διάτονον
ἀσύνθετον, τὸ δὲ χρῶμα σύνθετον, ἐνίοτε δὲ καὶ τὸ αὐτὸ γένος
τὸ αὐτὸ μέγεθος ἀσύνθετόν τε καὶ σύνθετον ποιεῖ, οὐ μέντοι
ἐν τῷ αὐτῷ τόπῳ τοῦ συστήματος. Διαφέρει γὰρ τὸ παρά-
δειγμα τοῦ προβλήματος τῷ τὸν μὲν χρόνον ὑπὸ τῆς ῥυθμο-
ποιίας ἀσύνθετόν τε καὶ σύνθετον γίνεσθαι, τὸ δὲ διάστημα ὑπ᾽
αὐτῶν τῶν γενῶν ἢ τῆς τοῦ συστήματος τάξεως. Περὶ μὲν οὖν
ἀσυνθέτου καὶ συνθέτου χρόνου καθόλου τοῦτον τὸν τρόπον
διωρίσθω.
Μερισθέντος δὲ τοῦ προβλήματος ὡδί, ἁπλῶς μὲν ἀσύν-
θετος λεγέσθω ὁ ὑπὸ μηδενὸς τῶν ῥυθμιζομένων διῃρημένος·
ὡσαύτως δὲ καὶ σύνθετος ὁ ὑπὸ πάντων τῶν ῥυθμιζομένων
διῃρημένος· πὴ δὲ σύνθετος καί πη ἀσύνθετος ὁ ὑπὸ μέν τινος
διῃρημένος, ὑπὸ δέ τινος ἀδιαίρετος ὤν. Ὁ μὲν οὖν ἁπλῶς
ἀσύνθετος τοιοῦτος ἄν τις εἴη, οἷος μήθ᾽ ὑπὸ ξυλλαβῶν
πλειόνων, μήθ᾽ ὑπὸ φθόγγων, μήθ᾽ ὑπὸ σημείων κατέχεσθαι· ὁ
δ᾽ ἁπλῶς σύνθετος, ὁ ὑπὸ πάντων καὶ πλειόνων ἢ ἑνὸς
κατεχόμενος· ὁ δὲ μικτός, ᾧ συμβέβηκεν ὑπὸ φθόγγου μὲν
ἑνός, ὑπὸ ξυλλαβῶν δὲ πλειόνων καταληφθῆναι, ἢ ἀνάπαλιν
ὑπὸ ξυλλαβῆς μὲν μιᾶς, ὑπὸ φθόγγων δὲ πλειόνων.
Ὧι δὲ σημαινόμεθα τὸν ῥυθμὸν καὶ γνώριμον ποιοῦμεν τῇ
αἰσθήσει, πούς ἐστιν εἷς ἢ πλείους ἑνός. Τῶν δὲ ποδῶν οἱ
μὲν ἐκ δύο χρόνων σύγκεινται τοῦ τε ἄνω καὶ τοῦ κάτω, οἱ
δὲ ἐκ τριῶν, δύο μὲν τῶν ἄνω, ἑνὸς δὲ τοῦ κάτω, ἢ ἐξ ἑνὸς
μὲν τοῦ ἄνω, δύο δὲ τῶν κάτω, _οἱ δὲ ἐκ τεττάρων, δύο
μὲν τῶν ἄνω, δύο δὲ τῶν κάτ_ω. Ὅτι μὲν οὖν ἐξ ἑνὸς χρό-
νου ποὺς οὐκ ἂν εἴη φανερόν, ἐπειδήπερ ἓν σημεῖον οὐ ποιεῖ
διαίρεσιν χρόνου· ἄνευ γὰρ διαιρέσεως χρόνου ποὺς οὐ δοκεῖ
γίνεσθαι. Τοῦ δὲ λαμβάνειν τὸν πόδα πλείω τῶν δύο σημεῖα
τὰ μεγέθη τῶν ποδῶν αἰτιατέον. οἱ γὰρ ἐλάττους τῶν πο-
δῶν, εὐπερίληπτον τῇ αἰσθήσει τὸ μέγεθος ἔχοντες, εὐσύνοπτοί
εἰσι καὶ διὰ τῶν δύο σημείων· οἱ δὲ μεγάλοι τοὐναντίον πεπόν-
θασι, δυσπερίληπτον γὰρ τῇ αἰσθήσει τὸ μέγεθος ἔχοντες, πλειό-
νων δέονται σημείων, ὅπως εἰς πλείω μέρη διαιρεθὲν τὸ
τοῦ ὅλου ποδὸς μέγεθος εὐσυνοπτότερον γίνηται. Διὰ τί δὲ
οὐ γίνεται πλείω σημεῖα τῶν τεττάρων, οἷς ὁ ποὺς χρῆται κατὰ
τὴν αὑτοῦ δύναμιν, ὕστερον δειχθήσεται.
Δεῖ δὲ μὴ διαμαρτεῖν ἐν τοῖς νῦν εἰρημένοις, ὑπολαμβά-
νοντας, μὴ μερίζεσθαι πόδα εἰς πλείω τῶν τεττάρων ἀριθμόν.
Μερίζονται γὰρ ἔνιοι τῶν ποδῶν εἰς διπλάσιον τοῦ εἰρημένου
πλήθους ἀριθμὸν καὶ εἰς πολλαπλάσιον. ἀλλ᾽ οὐ καθ᾽ αὑτὸν
ὁ ποὺς εἰς τὸ πλέον τοῦ εἰρημένου πλήθους μερίζεται, ἀλλ᾽ ὑπὸ
τῆς ῥυθμοποιίας διαιρεῖται τὰς τοιαύτας διαιρέσεις. νοητέον
δὲ χωρὶς τά τε τὴν τοῦ ποδὸς δύναμιν φυλάσσοντα σημεῖα καὶ
τὰς ὑπὸ τῆς ῥυθμοποιίας γινομένας διαιρέσεις· καὶ προσθετέον
δὲ τοῖς εἰρημένοις, ὅτι τὰ μὲν ἑκάστου ποδὸς σημεῖα διαμένει
ἴσα ὄντα καὶ τῷ ἀριθμῷ καὶ τῷ μεγέθει, αἱ δ᾽ ὑπὸ τῆς ῥυθμο-
ποιίας γινόμεναι διαιρέσεις πολλὴν λαμβάνουσι ποικιλίαν. Ἔσται
δὲ τοῦτο καὶ ἐν τοῖς ἔπειτα φανερόν.
Ὥρισται δὲ τῶν ποδῶν ἕκαστος ἤτοι λόγῳ τινὶ ἢ ἀλο-
γίᾳ τοιαύτῃ, ἥτις δύο λόγων γνωρίμων τῇ αἰσθήσει ἀνὰ μέσον
ἔσται. Γένοιτο δ᾽ ἂν τὸ εἰρημένον ὧδε καταφανές· εἰ λη-
φθείησαν δύο πόδες, ὁ μὲν ἴσον τὸ ἄνω τῷ κάτω ἔχων καὶ
δίσημον ἑκάτερον, ὁ δὲ τὸ μὲν κάτω δίσημον, τὸ δὲ ἄνω ἥμισυ,
τρίτος δέ τις ληφθείη ποὺς παρὰ τούτους, τὴν μὲν βάσιν ἴσην
αὖ τοῖς ἀμφοτέροις ἔχων, τὴν δὲ ἄρσιν μέσον μέγεθος ἔχου-
σαν τῶν ἄρσεων. Ὁ γὰρ τοιοῦτος ποὺς ἄλογον μὲν ἕξει τὸ
ἄνω πρὸς τὸ κάτω· ἔσται δ᾽ ἡ ἀλογία μεταξὺ δύο λόγων γνω-
ρίμων τῇ αἰσθήσει, τοῦ τε ἴσου καὶ τοῦ διπλασίου. καλεῖται
δ᾽ οὗτος χορεῖος ἄλογος.
Δεῖ δὲ μηδ᾽ ἐνταῦθα διαμαρτεῖν, ἀγνοηθέντος τοῦ τε
ῥητοῦ καὶ τοῦ ἀλόγου, τίνα τρόπον ἐν τοῖς περὶ τοὺς ῥυθμοὺς
λαμβάνεται. Ὥσπερ οὖν ἐν τοῖς διαστηματικοῖς στοιχείοις τὸ
μὲν κατὰ μέλος ῥητὸν ἐλήφθη, ὃ πρῶτον μέν ἐστι μελῳδού-
μενον, ἔπειτα γνώριμον κατὰ μέγεθος, ἤτοι ὡς τά τε σύμφωνα
καὶ ὁ τόνος ἢ ὡς τὰ τούτοις σύμμετρα, τὸ δὲ κατὰ τοὺς τῶν
ἀριθμῶν μόνον λόγους ῥητόν, ᾧ συνέβαινεν ἀμελῳδήτῳ εἶναι·
οὕτω καὶ ἐν τοῖς ῥυθμοῖς ὑποληπτέον ἔχειν τό τε ῥητὸν καὶ
τὸ ἄλογον. Τὸ μὲν γὰρ κατὰ τὴν τοῦ ῥυθμοῦ φύσιν λαμβάνε-
ται ῥητόν, τὸ δὲ κατὰ τοὺς τῶν ἀριθμῶν μόνον λόγους. Τὸ
μὲν οὖν ἐν ῥυθμῷ λαμβανόμενον ῥητὸν χρόνου μέγεθος πρῶ-
τον μὲν δεῖ τῶν πιπτόντων εἰς τὴν ῥυθμοποιίαν εἶναι, ἔπειτα
τοῦ ποδὸς ἐν ᾧ τέτακται μέρος εἶναι ῥητόν· τὸ δὲ κατὰ τοὺς
τῶν ἀριθμῶν λόγους λαμβανόμενον ῥητὸν τοιοῦτόν τι δεῖ νοεῖν
οἷον ἐν τοῖς διαστηματικοῖς τὸ δωδεκατημόριον τοῦ τόνου καὶ
εἴ τι τοιοῦτον ἄλλο ἐν ταῖς τῶν διαστημάτων παραλλαγαῖς λαμ-
βάνεται. Φανερὸν δὲ διὰ τῶν εἰρημένων, ὅτι ἡ μέση ληφθεῖσα
τῶν ἄρσεων οὐκ ἔσται σύμμετρος τῇ βάσει· οὐδὲν γὰρ αὐτῶν
μέτρον ἐστὶ κοινὸν ἔνρυθμον.
Τῶν δὲ ποδικῶν διαφορῶν ἐκκείσθωσαν αἱ ἑπτά·
πρώτη μέν, καθ᾽ ἣν μεγέθει διαφέρουσιν ἀλλήλων·
δευτέρα δέ, καθ᾽ ἣν γένει·
τρίτη δέ, καθ᾽ ἣν οἱ μὲν ῥητοί, οἱ δ᾽ ἄλογοι τῶν ποδῶν εἰσι·
τετάρτη δέ, καθ᾽ ἣν οἱ μὲν ἀσύνθετοι, οἱ δὲ σύνθετοι·
πέμπτη δέ, καθ᾽ ἣν διαιρέσει διαφέρουσιν ἀλλήλων·
ἕκτη δέ, καθ᾽ ἣν σχήματι διαφέρουσιν ἀλλήλων·
ἑβδόμη δέ, καθ᾽ ἣν ἀντιθέσει.
Μεγέθει μὲν οὖν διαφέρει ποὺς ποδός, ὅταν τὰ μεγέθη
τῶν ποδῶν, ἃ κατέχουσιν οἱ πόδες, ἄνισα ᾖ.
Γένει δὲ ὅταν οἱ λόγοι διαφέρωσιν ἀλλήλων οἱ τῶν
ποδῶν, οἷον ὅταν ὁ μὲν τὸν τοῦ ἴσου λόγον ἔχῃ, ὁ δὲ τὸν
τοῦ διπλασίου, ὁ δ᾽ ἄλλον τινὰ τῶν ἐνρύθμων χρόνων.
Οἱ δ᾽ ἄλογοι διαφέρουσι τῶν ῥητῶν τῷ τὸν ἄνω χρόνον
πρὸς τὸν κάτω μὴ εἶναι ῥητόν.
Οἱ δ᾽ ἀσύνθετοι τῶν συνθέτων διαφέρουσι τῷ μὴ διαι-
ρεῖσθαι εἰς πόδας, τῶν συνθέτων διαιρουμένων.
Διαιρέσει δὲ διαφέρουσιν ἀλλήλων, ὅταν τὸ αὐτὸ μέγε-
θος εἰς ἄνισα μέρη διαιρεθῇ, ἤτοι κατὰ ἀμφότερα, κατά τε τὸν
ἀριθμὸν καὶ κατὰ τὰ μεγέθη, ἢ κατὰ θἄτερα.
Σχήματι δὲ διαφέρουσιν ἀλλήλων, ὅταν τὰ αὐτὰ μέρη τοῦ
αὐτοῦ μεγέθους μὴ ὡσαύτως ᾖ _διῃρημέν_α.
Ἀντιθέσει δὲ διαφέρουσιν ἀλλήλων οἱ τὸν ἄνω χρόνον
πρὸς τὸν κάτω ἀντικείμενον ἔχοντες. Ἔσται δὲ ἡ διαφορὰ αὕτη
ἐν τοῖς ἴσοις μέν, ἄνισον δὲ _τάξιν_ ἔχουσι τῶν ἄνω χρόνων
_κα_ὶ τῶν κάτω.
Τῶν δὲ ποδῶν _τῶν_ καὶ συνεχῆ ῥυθμοποιίαν ἐπιδεχομέ-
νων τρία γένη ἐστί· τό τε δακτυλικὸν καὶ τὸ ἰαμβικὸν καὶ τὸ
παιωνικόν. Δακτυλικὸν μὲν οὖν ἐστι τὸ ἐν _τ_ῷ ἴσῳ λόγῳ,
ἰαμβικὸν δὲ τὸ ἐν τῷ διπλασίῳ, παιωνικὸν δὲ τὸ ἐν τῷ ἡμιολίῳ.
Τῶν δὲ ποδῶν ἐλάχιστοι μέν εἰσιν οἱ ἐν τῷ τρισήμῳ
μεγέθει· τὸ γὰρ δίσημον μέγεθος παντελῶς ἂν ἔχοι πυκνὴν
τὴν ποδικὴν σημασίαν. Γίνονται δὲ ἰαμβικοὶ τῷ γένει οὗτοι
οἱ ἐν τρισήμῳ μεγέθει· ἐν γὰρ τοῖς τρισὶν ὁ τοῦ διπλασίου
μόνος ἔσται λόγος. Δεύτεροι δ᾽ εἰσὶν οἱ ἐν τῷ τετρασήμῳ
μεγέθει· εἰσὶ δ᾽ οὗτοι δακτυλικοὶ τῷ γένει· ἐν γὰρ τοῖς τέτρασι
δύο λαμβάνονται λόγοι, ὅ τε τοῦ ἴσου καὶ ὁ τοῦ τριπλασίου·
ὧν ὁ μὲν τοῦ τριπλασίου οὐκ ἔρρυθμός ἐστιν, ὁ δὲ τοῦ ἴσου
εἰς τὸ δακτυλικὸν πίπτει γένος. Τρίτοι δέ εἰσι κατὰ τὸ μέγεθος
οἱ ἐν πεντασήμῳ μεγέθει· ἐν γὰρ τοῖς πέντε δύο λαμβάνον-
ται λόγοι, ὅ τε τοῦ τετραπλασίου καὶ ὁ τοῦ ἡμιολίου· ὧν ὁ
μὲν τοῦ τετραπλασίου οὐκ ἔρρυθμός ἐστιν, ὁ δὲ τοῦ ἡμιολίου
τὸ παιωνικὸν ποιήσει γένος. Τέταρτοι δέ εἰσιν οἱ _ἐν_ ἑξασήμῳ
μεγέθει· ἔστι δὲ τὸ μέγεθος τοῦτο δύο γενῶν κοινόν, τοῦ τε
ἰαμβικοῦ καὶ τοῦ δακτυλικοῦ, ἐν γὰρ τοῖς ἓξ τριῶν λαμβανομέ-
νων λόγων, τοῦ τε ἴσου καὶ τοῦ διπλασίου καὶ τοῦ πενταπλα-
σίου, ὁ μὲν τελευταῖος ῥηθεὶς οὐκ ἔρρυθμός ἐστι, τῶν δὲ λοιπῶν
ὁ μὲν τοῦ ἴσου λόγος εἰς τὸ δακτυλικὸν γένος ἐμπεσεῖται, ὁ δὲ
τοῦ δδιπλασίου εἰς τὸ ἰαμβικόν. Τὸ δὲ ἑπτάσημον μέγεθος οὐκ
ἔχει διαίρεσιν ποδικήν· τριῶν γὰρ λαμβανομένων λόγων ἐν τοῖς
ἑπτὰ οὐδείς ἐστιν ἔρρυθμος· ὧν εἷς μέν ἐστιν ὁ τοῦ ἐπιτρί-
του, δεύτερος δὲ ὁ τῶν πέντε πρὸς τὰ δύο, τρίτος δὲ ὁ τοῦ
ἑξαπλασίου. Ὥστε πέμπτοι ἂν εἴησαν οἱ ἐν ὀκτασήμῳ μεγέ-
θει. ἔσονται δ᾽ οὗτοι δακτυλικοὶ τῷ γένει, ἐπειδήπερ ____.
` Τῶν δὲ τριῶν γενῶν οἱ πρῶτοι πόδες ἐν τοῖς
ἑξῆς ἀριθμοῖς τεθήσοονται· ὁ μὲν ἰαμβικὸς ἐν τοῖς τρισὶ πρώ-
τοις, ὁ δὲ δακτυλικὸς ἐν τοῖς τέτρασιν, ὁ δὲ παιωνικὸς ἐν
τοῖς πέντε. αὔξεσθαι δὲ φαίνεται τὸ μὲν ἰαμβικὸν γένος
μέχρι τοῦ ὀκτωκαιδεκασήμου μεγέθους ὥστε γίνεσθαι τὸν μέ-
γιστον πόδα ἑξαπλάσιον τοῦ ἐλαχίστου, τὸ δὲ δακτυλικὸν μέχρι
τοῦ ἑκκαιδεκασήμου, τὸ δὲ παιωνικὸν μέχρι τοῦ πεντεκαιει-
κοσασήμου· αὔξεται δὲ ἐπὶ πλειόνων τό τε ἰαμβικὸν γένος καὶ
τὸ παιωνικὸν τοῦ δακτυλικοῦ, ὅτι πλείοσι σημείοις ἑκάτερον
αὐτῶν χρῆται. οἱ μὲν γὰρ τῶν ποδῶν δύο μόνοις πεφύκασι
σημείοις χρῆσθαι ἄρσει καὶ βάσει, οἱ δὲ τρισὶν ἄρσει καὶ διπλῇ
βάσει, οἱ δὲ τέτρασι δύο ἄρσεσι καὶ δύο βάσεσιν.
` Τῶν ποδικῶν λόγων εὐφυέστατοί εἰσιν οἱ τρεῖς·
ὅ τε τοῦ ἴσου καὶ ὁ τοῦ διπλασίου καὶ ὁ τοῦ ἡμιολίου.
γίνεται δέ ποτε ποὺς καὶ ἐν τριπλασίῳ λόγῳ, γίνεται καὶ ἐν
ἐπιτρίτῳ.
` Ἔστι δὲ καὶ ἐν τῇ τοῦ ῥυθμοῦ φύσει ὁ ποδικὸς
λόγος ὥσπερ ἐν τῇ τοῦ ἡρμοσμένου τὸ σύμφωνον.
` Πᾶς δὲ ὁ διαιρούμενος εἰς πλείω ἀριθμὸν καὶ
εἰς ἐλάττω διαιρεῖται.
` Τῶν δὲ χρόνων οἱ μέν εἰσι ποδικοί, οἱ δὲ τῆς
ῥυθμοποιίας ἴδιοι. ποδικὸς μὲν οὖν ἐστι χρόνος ὁ κατέχων ση-
μείου ποδικοῦ μέγεθος, οἷον ἄρσεως ἢ βάσεως, ἢ ὅλου ποδός·
ἴδιος δὲ ῥυθμοποιίας ὁ παραλλάσσων ταῦτα τὰ μεγέθη εἴτ᾽
ἐπὶ τὸ μικρὸν εἴτ᾽ ἐπὶ τὸ μέγα. καί ἐστι ῥυθμὸς μὲν ὥσπερ
εἴρηται σύστημά τι συγκείμενον ἐκ τῶν ποδικῶν χρόνων ὧν ὁ
μὲν ἄρσεως, ὁ δὲ βάσεως, ὁ δὲ ὅλου ποδός, ῥυθμοποιία δ᾽ ἂν
εἴη τὸ συγκείμενον ἔκ τε τῶν ποδικῶν χρόνων καὶ ἐκ τῶν
αὐτῆς τῆς ῥυθμοποιίας ἰδίω
 

Zambelis Spyros

Παλαιό Μέλος
Σακάδας, (7ος/6ος αι. π.Χ.)· διάσημος αυλητής και συνθέτης από το ’Aργος (από όπου και η επωνυμία Αργείος). Στην αρχή της σταδιοδρομίας του ήταν αυλωδός και συνέθεσε ελεγείες , αλλά κατόπι στράφηκε προς την αυλητική τέχνη (Πλούτ. Περί μουσ. 1134G, 9).
Οταν το 586 π.Χ. ο αυλός έγινε δεκτός για πρώτη φορά στα Πύθια, ο Σακάδας διαγωνίστηκε και κέρδισε το πρώτο βραβείο στην αυλητική· το πρώτο βραβείο στην αυλωδική πήρε ο Εχέμβροτος , και στην κιθαριστική ο Μελάμπους . Νίκησε πάλι στην αυλητική και στα δύο επόμενα Πύθια, στα 584 και 582 π.Χ. (πρβ. Παυσ. Γ, 7, 4). Ο τάφος του υπήρχε ακόμα στην εποχή του Παυσανία (Β', 22, 9).
Ο Σακάδας απέκτησε μεγάλη δόξα, γιατί καθιέρωσε στα Πύθια τον λεγόμενο πυθικό νόμο . Στον Σακάδα αποδιδόταν επίσης η εισαγωγή του τριμερούς ή τριμελούς νόμου, σύμφωνα με τον οποίο το καθένα από τα τρία μέρη του τραγουδιόταν εναλλάξ στη δωρική , στη φρυγική
και στη λυδική αρμονία

(βλ. Πλούτ. ό.π.).
Ο Σακάδας τοποθετείται ανάμεσα στην αρχαϊκή και στην κλασική περίοδο της αρχαίας ελληνικής μουσικής.
Βλ. Bergk PLG III, 203, ένα απόσπ. Ιλίου πέρσις. Επίσης, Η. Abort, "Sakadas", Pauly RE 45, στ. 1768-1769.

http://www.musipedia.gr/
 

Zambelis Spyros

Παλαιό Μέλος
[''Στην αρχή της σταδιοδρομίας του ήταν αυλωδός και συνέθεσε ελεγείες , αλλά κατόπι στράφηκε προς την αυλητική τέχνη (Πλούτ. Περί μουσ. 1134G, 9).'']

PLUTARQUE
ΠΕΡΙ ΜΟΥΣΙΚΗΣ

(55) Περὶ δὲ Κλονᾶ ὅτι τὸν Ἀπόθετον νόμον καὶ Σχοινίωνα πεποιηκὼς εἴη μνημονεύουσιν οἱ ἀναγεγραφότες. (56) Τοῦ δὲ Πολυμνήστου καὶ Πίνδαρος καὶ Ἀλκμὰν οἱ τῶν μελῶν ποιηταὶ ἐμνημόνευσαν. (57) Τινὰς δὲ τῶν νόμων τῶν κιθαρῳδικῶν τῶν ὑπὸ Τερπάνδρου πεποιημένων Φιλάμμωνά φασι τὸν ἀρχαῖον τὸν Δελφὸν συστήσασθαι. (58) [58-64] Γέγονε δὲ καὶ Σακάδας 〈ὁ〉 Ἀργεῖος ποιητὴς μελῶν τε καὶ ἐλεγείων μεμελοποιημένων· (59) (ἐν ἀρχῇ γὰρ ἐλεγεῖα μεμελοποιημένα οἱ αὐλῳδοὶ ᾖδον· τοῦτο δὲ δηλοῖ ἡ τῶν Παναθηναίων 〈ἀνα〉γραφὴ ἡ περὶ τοῦ μουσικοῦ ἀγῶνος.) (60) Ὁ δ΄ αὐτὸς καὶ αὐλητὴς ἀγαθὸς καὶ τὰ Πύθια τρὶς νενικηκὼς ἀναγέγραπται· (61) τούτου καὶ Πίνδαρος μνημονεύει· (62) τόνων γοῦν τριῶν ὄντων κατὰ Πολύμνηστον καὶ Σακάδαν, τοῦ τε Δωρίου καὶ Φρυγίου καὶ Λυδίου, ἐν ἑκάστῳ τῶν εἰρημένων τόνων στροφὴν ποιήσαντά φασι τὸν Σακάδαν διδάξαι ᾄδειν τὸν χορὸν Δωριστὶ μὲν τὴν πρώτην, Φρυγιστὶ δὲ τὴν δευτέραν, Λυδι στὶ δὲ τὴν τρίτην· (63) καλεῖσθαι δὲ Τριμερῆ τὸν νόμον τοῦτον διὰ τὴν μεταβολήν. (64) Ἐν δὲ τῇ ἐν Σικυῶνι ἀναγραφῇ τῇ περὶ τῶν ποιητῶν Κλονᾶς εὑρετὴς ἀναγέγραπται τοῦ Τριμεροῦς νόμου.

~~~~~~

VI. (89) Ἡ μὲν οὖν πρώτη κατάστασις τῶν περὶ τὴν μουσικὴν ἐν τῇ Σπάρτῃ, Τερπάνδρου καταστήσαντος, γεγένηται· (90) τῆς δὲ δευτέρας Θαλήτας τε ὁ Γορτύνιος καὶ Ξενόδαμος ὁ Κυθήριος καὶ Ξενόκριτος ὁ Λοκρὸς καὶ Πολύμνηστος ὁ Κολοφώνιος καὶ Σακάδας ὁ Ἀργεῖος μάλιστα αἰτίαν ἔχουσιν ἡγεμόνες γενέσθαι· (91) τούτων γὰρ εἰσηγησαμένων τὰ περὶ τὰς Γυμνοπαιδίας τὰς ἐν Λακεδαίμονι λέγεται κατασταθῆναι, 〈καὶ〉 τὰ περὶ τὰς Ἀποδείξεις τὰς ἐν Ἀρκαδίᾳ, τῶν τε ἐν Ἄργει τὰ Ἐνδυμάτια καλούμενα. (92) Ἦσαν δ΄ οἱ μὲν περὶ Θαλήταν τε καὶ Ξενόδαμον καὶ Ξενόκριτον ποιηταὶ παιάνων, οἱ δὲ περὶ Πολύμνηστον τῶν Ὀρθίων καλουμένων, οἱ δὲ περὶ Σακάδαν ἐλεγείων.

~~~~~~

VIII. (118) Ἔστι δέ τις καὶ περὶ τῶν ῥυθμῶν λόγος· (119) γένη γάρ τινα καὶ εἴδη ῥυθμῶν προσεξευρέθη, ἀλλὰ μὴν καὶ μελοποιιῶν τε καὶ ῥυθμοποιιῶν. (120) προτέρα μὲν γὰρ ἡ Τερπάνδρου καινοτομία καλόν τινα τρόπον εἰς τὴν μουσικὴν εἰσήγαγε· (121) Πολύμνηστος δὲ μετὰ τὸν Τερπάνδρειον τρόπον καινῷ ἐχρήσατο, καὶ αὐτὸς μέντοι ἐχόμενος τοῦ καλοῦ τύπου, (122) ὡσαύτως δὲ καὶ Θαλήτας καὶ Σακάδας· καὶ γὰρ οὗτοι κατά γε τὰς ῥυθμοποιίας καινοί, οὐκ ἐκβαίνοντες μέν〈τοι〉 τοῦ καλοῦ τύπου. (123) ἔστι δὲ 〈καί〉 τις Ἀλκμανικὴ καινοτομία καὶ Στησιχόρειος, καὶ αὗται οὐκ ἀφεστῶσαι τοῦ καλοῦ.

(61). Pindare avait consacré tout un προοίμιον à Sacadas. Nous apprenons par Pausanias, IX, 30, 2 (= Pindare, fr. 269 Bergk) que, trompé par une mauvaise interprétation d'un passage de ce poème, l'auteur d'une statue de Sacadas, qui s'élevait à l'Hélicon, avait fait le corps trop petit en proportion des flûtes. Il semble au moins résulter de là que Sacadas avait augmenté la longueur des flûtes pythiques, sans doute pour en tirer des sons plus graves (et non pas nécessairement pour augmenter l'étendue de la gamme). Peut-être y a-t-il un rapport entre cette innovation et l'article d'Hésychius : Σακάδειον εἶδος μουσικοῦ ὀργάνου; on a vu jusqu'à présent, sans raison suffisante, dans ce σακάδειον un instrument à cordes.

http://remacle.org/bloodwolf/historiens/Plutarque/musiquegr.htm
 

Zambelis Spyros

Παλαιό Μέλος
Οταν το 586 π.Χ. ο αυλός έγινε δεκτός για πρώτη φορά στα Πύθια, ο Σακάδας διαγωνίστηκε και κέρδισε το πρώτο βραβείο στην αυλητική· το πρώτο βραβείο στην αυλωδική πήρε ο Εχέμβροτος , και στην κιθαριστική ο Μελάμπους . Νίκησε πάλι στην αυλητική και στα δύο επόμενα Πύθια, στα 584 και 582 π.Χ. (πρβ. Παυσ. Γ, 7, 4).

Pausanias, Description of Greece

Paus. 10.7.4

Παυσ. Γ, 7, 4 (?)

[4] τῆς δὲ τεσσαρακοστῆς Ὀλυμπιάδος καὶ ὀγδόης, ἣν Γλαυκίας ὁ Κροτωνιάτης ἐνίκησε, ταύτης ἔτει τρίτῳ ἆθλα ἔθεσαν οἱ Ἀμφικτύονες κιθαρῳδίας μὲν καθὰ καὶ ἐξ ἀρχῆς, προσέθεσαν δὲ καὶ αὐλῳδίας ἀγώνισμα καὶ αὐλῶν: ἀνηγορεύθησαν δὲ νικῶντες Κεφαλήν τε Μελάμπους κιθαρῳδίᾳ καὶ αὐλῳδὸς Ἀρκὰς Ἐχέμβροτος, Σακάδας δὲ Ἀργεῖος ἐπὶ τοῖς αὐλοῖς: ἀνείλετο δὲ ὁ Σακάδας οὗτος καὶ ἄλλας δύο τὰς ἐφεξῆς ταύτης πυθιάδας.
Pausanias. Pausaniae Graeciae Descriptio, 3 vols. Leipzig, Teubner. 1903.

http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus:text:1999.01.0159:book=10:chapter=7:section=4
 

Zambelis Spyros

Παλαιό Μέλος
[''Ο τάφος του υπήρχε ακόμα στην εποχή του Παυσανία (Β', 22, 9).'']

Pausanias, Description of Greece
Paus. 2.22.9

Β', 22, 9

[9] καὶ τὸ ἔχθος τὸ Ἀπόλλωνι διαμένον ἐς τοὺς αὐλητὰς ἔτι ἀπὸ Μαρσύου καὶ τῆς ἁμίλλης τοῦ Σιληνοῦ παυθῆναι διὰ τοῦτον δοκεῖ τὸν Σακάδαν. ἐν δὲ τῷ γυμνασίῳ τῷ Κυλαράβου καὶ Πανία ἐστὶν Ἀθηνᾶ καλουμένη καὶ τάφον Σθενέλου δεικνύουσι, τὸν δὲ αὐτοῦ Κυλαράβου. πεποίηται δὲ οὐ πόρρω τοῦ γυμνασίου πολυάνδριον τοῖς μετὰ Ἀθηναίων πλεύσασιν Ἀργείοις ἐπὶ καταδουλώσει Συρακουσῶν τε καὶ Σικελίας.

Pausanias. Pausaniae Graeciae Descriptio, 3 vols. Leipzig, Teubner. 1903.

http://www.perseus.tufts.edu/hopper/text?doc=Paus.+2.22.9&fromdoc=Perseus:text:1999.01.0159
 

Zambelis Spyros

Παλαιό Μέλος
σάλπιγξ, ήταν κατασκευασμένη είτε από χαλκό (η ίσια) είτε από κέρατο (η καμπυλωτή). Και οι δύο είχαν επιστόμιο . Η κεράτινη σάλπιγγα ονομαζόταν κέρας . Η σάλπιγγα δε χρησιμοποιούνταν από τους Έλληνες για καθαρά μουσικούς σκοπούς. Συνήθως, χρησιμοποιούνταν για τα πολεμικά σαλπίσματα ή από τους κήρυκες· καμιά φορά, επίσης, για τελετουργικούς σκοπούς και, στην περίπτωση αυτή, η σάλπιγγα λεγόταν σάλπιγξ η ιερά.
Η σάλπιγγα είχε τυρρηνική (ετρουσκική) προέλευση· Αθήν (Δ', 184Α, 82): "Τυρρηνών δ' εστίν εύρημα κέρατά τε και σάλπιγγες" (και τα κέρατα [σάλπιγγες από κέρατο] και οι σάλπιγγες έχουν εφευρεθεί από τους Τυρρηνούς). Και ο Πολυδεύκης (IV, 75) λέει: "και κερατι μεν αυλείν Τυρρηνοί νομίζουσι" (και οι Τυρρηνοί συνηθίζουν να παίζουν τα κέρατα). Η χρήση του "αυλείν" με τη σημασία του παίζω το κέρας ή τη σάλπιγγα είναι χαρακτηριστική και δείχνει τη γενική χρήση του αυλού για όλα τα πνευστά.
Η λ. σάλπιγξ πρωτοεμφανίζεται στον Όμηρο (Ιλιάς Σ 219).
Διάφορα είδη σαλπίγγων ήταν γνωστά: (1) η ελληνική (μακριά στο σχήμα), (2) η αιγυπτιακή (στρογγυλή), (3) η γαλατική (χυτή, "χωνευτή"), ονομαζόμενη κάρνυξ από τους Κέλτες (οξύφωνη), (4) η παφλαγονική (μεγαλύτερη από την ελληνική, βαρύφωνη), (5) η μηδική (με καλαμένιο σωλήνα) και (6) η τυρσηνική (όμοια με τον φρυγικό αυλό, με κυρτό κώδωνα και πολύ οξύφωνη).

Πρβ. Θησ. Ελλ. Γλ. Ζ', στήλ. 45.

Μια ελληνική σάλπιγγα κατασκευασμένη από 13 τμήματα (κομμάτια) από ελεφαντόδοντο, ταιριασμένα το ένα μέσα στο άλλο, βρίσκεται στο Μουσείο Καλών Τεχνών στη Βοστώνη (Κ. Sachs Hist. 145).

Το επίθετο τυρρηνικός σήμαινε μεταφορικά δυνατός· τυρρηνική σάλπιγξ· σάλπιγγα ιδιαίτερα ηχηρή.

Βλ. λ. βυκάνη .

Σαλπιγκτής, σαλπιστής· ο εκτελεστής της σάλπιγγας. Επίσης, στην αττική διάλεκτο, σαλπικτής (Μοίρ. Λέξ. 354).

Βιβλιογραφία:

Θησ. Ελλ. Γλ. Ζ', Παρίσι 1848-1854, λ. σάλπιγξ, στ. 45.
Κ. Sachs Hist., Ν. Υόρκη 1940· σάλπιγγες, trumpets, σσ. 145-148.
Μ. Wegner, Das Musikleben der Griechen, Βερολίνο 1949, σσ. 60-61.

http://www.musipedia.gr/
 
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
[''Η σάλπιγγα είχε τυρρηνική (ετρουσκική) προέλευση· Αθήν (Δ', 184Α, 82): "Τυρρηνών δ' εστίν εύρημα κέρατά τε και σάλπιγγες" (και τα κέρατα [σάλπιγγες από κέρατο] και οι σάλπιγγες έχουν εφευρεθεί από τους Τυρρηνούς).'']

ATHÉNÉE DE NAUCRATIS
Le Livre IV des Deipnosophistes

Αθήν, Δ', 184Α, 82

Τοῦ δὲ καλουμένου πανδούρου Εὐφορίων μέν, ὡς προείρηται, καὶ Πρωταγορίδης ἐν βʹ περὶ τῶν ἐπὶ Δάφνῃ πανηγύρεων. Πυθαγόρας δὲ ὁ γεγραφὼς περὶ τῆς Ἐρυθρᾶς θαλάσσης τοὺς Τρωγλοδύτας φησὶ κατασκευάζειν τὴν πανδούραν [184] ἐκ τῆς ἐν τῇ θαλάσσῃ φυομένης δάφνης. Τυρρηνῶν δ΄ ἐστὶν εὕρημα κέρατά τε καὶ σάλπιγγες. Μητρόδωρος δ΄ ὁ Χῖος ἐν Τρωικοῖς σύριγγα μέν φησιν εὑρεῖν Μαρσύαν καὶ αὐλὸν ἐν Κελαιναῖς, τῶν πρότερον ἑνὶ καλάμῳ συριζόντων. Εὐφορίων δ΄ ὁ ἐποποιὸς ἐν τῷ περὶ μελοποιῶν τὴν μὲν μονοκάλαμον σύριγγα Ἑρμῆν εὑρεῖν, τινὰς δ΄ ἱστορεῖν Σεύθην καὶ Ῥωνάκην τοὺς Μαιδούς, τὴν δὲ πολυκάλαμον Σιληνόν, Μαρσύαν δὲ τὴν κηρόδετον.

http://remacle.org/bloodwolf/erudits/athenee/livre4gr.htm
 
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
[''Η λ. σάλπιγξ πρωτοεμφανίζεται στον Όμηρο (Ιλιάς Σ 219).'']

Homer, Iliad
Hom. Il. 18.219

Όμηρο (Ιλιάς Σ 219) (?)

ὡς δ᾽ ὅτ᾽ ἀριζήλη φωνή, ὅτε τ᾽ ἴαχε σάλπιγξ
220ἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων,
ὣς τότ᾽ ἀριζήλη φωνὴ γένετ᾽ Αἰακίδαο.

Homer. Homeri Opera in five volumes. Oxford, Oxford University Press. 1920.

http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus:text:1999.01.0133:book=18:card=219

~~~~~~~~~

σαλπίζω : only aor., σάλπιγξεν, fig., resounded, quaked, Il. 21.388†.
Georg Autenrieth. A Homeric Dictionary for Schools and Colleges. New York. Harper and Brothers. 1891.
 
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
σαμβύκη, επίσης, σάμβυξ· μεγάλο έγχορδο όργανο, του οποίου το μέγεθος υπερέβαινε το ένα μέτρο. Το σχήμα του ήταν τριγωνικό και, κατά τον Αθήναιο (ΙΔ', 634Α), ήταν όμοιο με την πολιορκητική μηχανή, που είχε το ίδιο όνομα. Ο Ανδρέας ο Πανορμίτης, στο 33ο βιβλίο της Ιστορίας της Σικελίας (Αθήν. ό.π.), αναφέρει ότι "ονομάστηκε σαμβύκη, γιατί, όταν υψωνόταν ίσια, η εμφάνισή της ως σύνολο έμοιαζε στο σχήμα μ' ένα πλοίο και μια όρθια σκάλα μαζί". Έτσι, η σαμβύκη είχε το σχήμα ενός πλοίου, στην οριζόντιά της θέση, με έναν όρθιο χορδοκράτη επάνω της (Sachs Hist. 84).
Η σαμβύκη είχε μεγάλο αριθμό χορδών, κουρδισμένων, πιθανόν, κατά ζεύγη και οκτάβες, όπως η μάγαδις, και παιζόταν με πλήκτρο. Φαίνεται πως υπήρχαν και σαμβύκες με λίγες χορδές (τέσσερις). Στην Ελλάδα έγινε γνωστή από τη Συρία ή την Αίγυπτο. Κατά τη Σούδα και τον ιστορικό Νεάνθη τον Κυζικηνό (Αθήν Δ', 175D-E), η σαμβύκη εφευρέθηκε από τον ποιητή Ίβυκο (6ος αι. π.Χ.) ή μετασχηματίστηκε από αυτόν (Στράβων, 637Β, 40)· ο Σκάμων λέει πως η σαμβύκη πρωτοπαίχτηκε από τη Σίβυλλα και το όνομά της προήλθε από τον εφευρέτη της Σάμβυκα (Σάμβυξ). Ο Κλήμης ο Αλεξανδρεύς (Τα ευρισκόμενα 132), από την άλλη πλευρά, ισχυρίζεται πως η σαμβύκη εφευρέθηκε από τους τρωγλοδύτες.
Κατά τον Ιόβα (τέταρτο βιβλίο της Θεατρικής Ιστορίας), η σαμβύκη ήταν η ίδια με τον λυροφοίνικα , ενώ ο ποιητής Ευφορίων γράφει ότι ήταν παλιά μάγαδις μετασχηματισμένη (βλ. λ. μάγαδις

).
Ο Αριστείδης θεωρεί το χαρακτήρα της σαμβύκης θηλυπρεπή, εξαιτίας των μικρών χορδών και του διαπεραστικού της τόνου (Mb 101, R.P.W.-I. 85): "την δε σαμβύκην προς θηλύτητα αγεννή τε ούσαν και μετά πολλής οξύτητος δια την μικρότητα των χορδών εις έκλυσιν περιάγουσαν". Ο εκτελεστής της σαμβύκης λεγόταν σαμβυκιστής, και όταν ήταν γυναίκα σαμβυκίστρια. Η σαμβύκη, καθώς και η μάγαδις

, ο φοίνιξ , η πήκτις
και άλλα όργανα καταδικάζονταν από τον Πλάτωνα (Πολιτ. Γ', 399D) και τον Αριστόξενο ως πολύχορδα όργανα.

Βιβλιογραφία:

Th. Reinach DAGR VI, 1904, σ. 1449 στη λ. "Lyra" ("Famille de la harpe", σ. 1448 κε.).
Maux, "Sambuca", Pauly RE (1920), 2η σειρά, Ι, στ. 2124-2125.
W. Vetter, "Magadis", Pauly RE XIV (XXVII), 1928, στ. 290.

http://www.musipedia.gr/
 

Zambelis Spyros

Παλαιό Μέλος
[''Το σχήμα του ήταν τριγωνικό και, κατά τον Αθήναιο (ΙΔ', 634Α), ήταν όμοιο με την πολιορκητική μηχανή, που είχε το ίδιο όνομα.'']

Athénée de Naucratis, les Deipnosophistes, livre XIV

Αθήναιο, ΙΔ', 634Α

μετὰ δὲ ταῦτα ζητήσεως γενομένης περὶ σαμβύκης ἔφη ὁ Μασσούριος ὀξύφθογγον εἶναι μουσικὸν ὄργανον τὴν σαμβύκην διειλέχθαι τε περὶ αὐτοῦ Εὐφορίωνα τὸν ἐποποιὸν ἐν τῷ περὶ Ἰσθμίων, χρῆσθαι φήσας αὐτῷ Πάρθους καὶ Τρωγλοδύτας τετραχόρδῳ ὄντι· ἱστορεῖν δὲ τοῦτο Πυθαγόραν ἐν τῷ περὶ τῆς Ἐρυθρᾶς Θαλάσσης. καλεῖται δέ τι καὶ τῶν πολιορκητικῶν ὀργάνων σαμβύκη, οὗ τό τε σχῆμα καὶ τὴν κατασκευὴν ἀποδείκνυσι Βίτων ἐν τῷ πρὸς Ἄτταλον περὶ Ὀργάνων. καὶ Ἀνδρέας ὁ Πανορμίτης ἐν τῷ τριακοστῷ τρίτῳ τῶν Σικελικῶν τῶν κατὰ πόλιν, ὡς ἀπὸ δύο νεῶν προσάγοιτο τοῖς τῶν ἐναντίων τείχεσι· καλεῖσθαί τε σαμβύκην, ἐπειδὴ ὅταν ἐξαρθῇ γίνεται σχῆμα νεὼς καὶ κλίμακος ἑνοποιουμένων, ὅμοιον δέ τί ἐστιν καὶ τὸ τῆς σαμβύκης. Μόσχος δ΄ ἐν πρώτῳ Μηχανικῶν Ῥωμαικὸν εἶναι λέγει τὸ μηχάνημα καὶ Ἡρακλείδην τὸν Ταραντῖνον εὑρεῖν αὐτοῦ τὸ εἶδος. Πολύβιος δ΄ ἐν τῇ ὀγδόῃ τῶν Ἱστοριῶν ’Μάρκελλος, φησί, δυσχρηστούμενος ἐν τῇ Συρακουσῶν πολιορκίᾳ ὑπὸ τῶν Ἀρχιμήδους κατασκευασμάτων ἔλεγεν ταῖς μὲν ναυσὶν αὑτοῦ κυαθίζειν ἐκ θαλάσσης Ἀρχιμήδην, τὰς δὲ σαμβύκας ῥαπιζομένας ὥσπερ ἐκ πότου μετ΄ αἰσχύνης ἐκπεπτωκέναι." (p.35)

http://hodoi.fltr.ucl.ac.be/concordances/athenee_deipnosophistes_14/texte.htm
 

Zambelis Spyros

Παλαιό Μέλος
[''Κατά τη Σούδα και τον ιστορικό Νεάνθη τον Κυζικηνό (Αθήν Δ', 175D-E), η σαμβύκη εφευρέθηκε από τον ποιητή Ίβυκο (6ος αι. π.Χ.)'']

Suda on line

Ἴβυκος, Φυτίου, οἱ δὲ Πολυζήλου τοῦ Μεσσηνίου ἱστοριογράφου, οἱ δὲ Κέρδαντος: γένει Ῥηγῖνος. ἐνθένδε εἰς Σάμον ἦλθεν, ὅτε αὐτῆς ἦρχεν ὁ Πολυκράτης τοῦ τυράννου πατήρ. χρόνος δὲ οὗτος ὁ ἐπὶ Κροίσου, ὀλυμπιὰς νδ#. γέγονε δὲ ἐρωτομανέστατος περὶ μειράκια καὶ πρῶτος εὗρε τὴν καλουμένην σαμβύκην: εἶδος δέ ἐστι κιθάρας τριγώνου. ἔστι δὲ αὐτοῦ τὰ βιβλία ζ# τῇ Δωρίδι διαλέκτῳ. συλληφθεὶς δὲ ὑπὸ λῃστῶν ἐπὶ ἐρημίας ἔφη, κἂν τὰς γεράνους, ἃς ἔτυχεν ὑπερίπτασθαι, ἐκδίκους γενέσθαι. καὶ αὐτὸς μὲν ἀνῃρέθη: μετὰ δὲ ταῦτα τῶν λῃστῶν εἷς ἐν τῇ πόλει θεασάμενος γεράνους ἔφη: ἴδε, αἱ Ἰβύκου ἔκδικοι. ἀκούσαντος δέ τινος καὶ ἐπεξελθόντος τῷ εἰρημένῳ, τό τε γεγονὸς ὡμολογήθη, καὶ δίκας ἔδωκαν οἱ λῃσταί: ὡς ἐκ τούτου καὶ παροιμίαν γενέσθαι, αἱ Ἰβύκου γέρανοι.

http://www.stoa.org/sol-bin/search.pl
 

Zambelis Spyros

Παλαιό Μέλος
ATHÉNÉE DE NAUCRATIS
Le Livre IV des Deipnosophistes

Αθήν Δ', 175D-E

Φιλήμων ἐν Μοιχῷ·

« Ἔδει παρεῖναι, Παρμένων, αὐλητρίδ΄ ἢ
νάβλαν τιν΄. {Β.} Ὁ δὲ νάβλας τί ἐστιν; ...
{Α.} .... Οὐκ οἶδας, ἐμβρόντητε σύ;
{Β.} Μὰ Δία. {Α.} Τί φής; Οὐκ οἶσθα νάβλαν; Οὐδὲν οὖν
οἶσθ΄ ἀγαθόν. Οὐδὲ σαμβυκίστριαν; »

Καὶ τὸ τρίγωνον δὲ καλούμενον ὄργανον Ἰόβας ἐν τετάρτῳ θεατρικῆς ἱστορίας Σύρων εὕρημά φησιν εἶναι, ὡς καὶ τὸν καλούμενον λυροφοίνικα .... σαμβύκην. Τοῦτο δὲ τὸ ὄργανον Νεάνθης ὁ Κυζικηνὸς ἐν αʹ Ὥρων [175e] εὕρημα εἶναι λέγει Ἰβύκου τοῦ Ῥηγίνου ποιητοῦ, ὡς καὶ Ἀνακρέοντος τὸ βάρβιτον. Ἐπεὶ δὲ ἡμῶν τῶν Ἀλεξανδρέων κατατρέχεις ὡς ἀμούσων καὶ τὸν μόναυλον συνεχῶς ὀνομάζεις ἐπιχωριάζοντα παρ΄ ἡμῖν, ἄκουε καὶ περὶ αὐτοῦ ἃ νῦν ἔχω σοι λέγειν ἐν προχείρῳ.

http://remacle.org/bloodwolf/erudits/athenee/livre4gr.htm
 
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
σαμβύκ-η [υ_], ἡ,
A. a triangular musical instrument with four strings, Arist.Pol.1341b1, Neanth.5 J., Juba 73; of barbaric origin, Str.10.3.17. (Aramaic sabbekhā (perh. not Semitic), with m inserted, as in Ἀμβακούμ = Habakkuk. etc.).
2. = σαμβυκίστρια, Plb.5.37.10; with pun on signf. 11, Id.8.6.6.
II. an engine of like form used in sieges, Id.8.4.8, al., Bito 57.1, Plu.Marc.15, Ath.Mech.27.7, App.Mith.26.—Cf. σάμβυξ. [Penult. long in sambūca, Pers.5.95.]

Henry George Liddell. Robert Scott. A Greek-English Lexicon. revised and augmented throughout by. Sir Henry Stuart Jones. with the assistance of. Roderick McKenzie. Oxford. Clarendon Press. 1940

http://www.perseus.tufts.edu/hopper...tic+letter=*s111:entry+group=5:entry=sambu/kh
 

Zambelis Spyros

Παλαιό Μέλος
[''Στράβων, 637Β, 40] ?

Strabo, Geography
Strab. 10.3.17

[17]
ἀπὸ δὲ τοῦ μέλους καὶ τοῦ ῥυθμοῦ καὶ τῶν ὀργάνων καὶ ἡ μουσικὴ πᾶσα Θρᾳκία καὶ Ἀσιᾶτις νενόμισται. δῆλον δ᾽ ἔκ τε τῶν τόπων ἐν οἷς αἱ Μοῦσαι τετίμηνται: Πιερία γὰρ καὶ Ὄλυμπος καὶ Πίμπλα καὶ Λείβηθρον τὸ παλαιὸν ἦν Θρᾴκια χωρία καὶ ὄρη, νῦν δὲ ἔχουσι Μακεδόνες: τόν τε Ἑλικῶνα καθιέρωσαν ταῖς Μούσαις Θρᾷκες οἱ τὴν Βοιωτίαν ἐποικήσαντες, οἵπερ καὶ τὸ τῶν Λειβηθριάδων νυμφῶν ἄντρον καθιέρωσαν. οἵ τ᾽ ἐπιμεληθέντες τῆς ἀρχαίας μουσικῆς Θρᾷκες λέγονται, Ὀρφεύς τε καὶ Μουσαῖος καὶ Θάμυρις, καὶ τῷ Εὐμόλπῳ δὲ τοὔνομα ἐνθένδε, καὶ οἱ τῷ Διονύσῳ τὴν Ἀσίαν ὅλην καθιερώσαντες μέχρι τῆς Ἰνδικῆς ἐκεῖθεν καὶ τὴν πολλὴν μουσικὴν μεταφέρουσι: καὶ ὁ μέν τίς φησιν “κιθάραν Ἀσιᾶτιν ῥάσσων,” ὁ δὲ τοὺς αὐλοὺς Βερεκυντίους καλεῖ καὶ Φρυγίους: καὶ τῶν ὀργάνων ἔνια βαρβάρως ὠνόμασται νάβλας καὶ σαμβύκη καὶ βάρβιτος καὶ μαγάδις καὶ ἄλλα πλείω.

Strabo. ed. A. Meineke, Geographica. Leipzig: Teubner. 1877.

http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus:text:1999.01.0197:book=10:chapter=3:section=17
 

Zambelis Spyros

Παλαιό Μέλος
[''Ο Αριστείδης θεωρεί το χαρακτήρα της σαμβύκης θηλυπρεπή, εξαιτίας των μικρών χορδών και του διαπεραστικού της τόνου (Mb 101, R.P.W.-I. 85): "την δε σαμβύκην προς θηλύτητα αγεννή τε ούσαν και μετά πολλής οξύτητος δια την μικρότητα των χορδών εις έκλυσιν περιάγουσαν".'']

ΑΡΙΣΤΕΙΔΟΥ ΚΟΙΝΤΙΛΙΑΝΟΥ
ΠΕΡΙ ΜΟΥΣΙΚΗΣ ΔΕΥΤΕΡΟΝ

Αριστείδης, Mb 101, R.P.W.-I. 85

Ἐν μὲν οὖν τοῖς ἐμπνευστοῖς ἄρρεν μὲν ἄν τις ἀποφή-
ναιτο τὴν σάλπιγγα διὰ τὸ σφοδρόν, θῆλυ δὲ τὸν αὐλὸν
τὸν φρύγιον γοερόν τε ὄντα καὶ θρηνώδη, τῶν δὲ μέ-
σων αὖ τὸν μὲν πυθικὸν πλέον ἀρρενότητος μετέχοντα διὰ
τὸ βάρος, τὸν δὲ χορικὸν θηλύτητος διὰ τὸ ἐς ὀξύτητα
εὐχερές. πάλιν ἐν τοῖς κατατεινομένοις τὴν μὲν λύραν
ἔστιν εὑρεῖν πρὸς τὸ ἄρρεν ἀναλογοῦσαν διὰ τὴν πολλὴν
βαρύτητα καὶ τραχύτητα, τὴν δὲ σαμβύκην πρὸς θηλύ-
τητα, ἀγεννῆ τε οὖσαν καὶ μετὰ πολλῆς ὀξύτητος διὰ τὴν
μικρότητα τῶν χορδῶν εἰς ἔκλυσιν περιάγουσαν, τῶν δὲ
μέσων τὸ μὲν πολύφθογγον πλέον μετέχον θηλύτητος, τὸ
δὲ τῆς κιθάρας οὐ πολὺ τῆς κατὰ τὴν λύραν ἀπᾷδον ἀρρε-
νότητος. εἰ δὲ χἄτερ᾽ ἄττα μεταξὺ τούτων ἔστιν εὑρεῖν,
οὐκέτι δυσδιάγνωστος αὐτῶν ἡ φύσις, ἐχόντων ἡμῶν
καθόλου χαρακτῆρας οἷς τὰ καθ᾽ ἕκαστον ὑποτάξομεν.
οὕτω καὶ ἁρμονιῶν ἑκάστη κατὰ τὴν οἰκείαν φύσιν καὶ
ῥυθμὸς ἕκαστος ὀργάνῳ τινὶ πρόσφορος, καὶ οὐκ ἂν ὁμοίως
δι᾽ ἀνοικείου κινήσε_ιεν_.
 

Zambelis Spyros

Παλαιό Μέλος
[''Η σαμβύκη, καθώς και η μάγαδις, ο φοίνιξ , η πήκτις και άλλα όργανα καταδικάζονταν από τον Πλάτωνα (Πολιτ. Γ', 399D) και τον Αριστόξενο ως πολύχορδα όργανα.'']

Plato, Republic
Plat. Rep. 3.399d

Πλάτων, Πολιτ. Γ', 399D

[399δ] πολύχορδα καὶ πολυαρμόνια, δημιουργοὺς οὐ θρέψομεν.
οὐ φαινόμεθα.

τί δέ; αὐλοποιοὺς ἢ αὐλητὰς παραδέξῃ εἰς τὴν πόλιν; ἢ οὐ τοῦτο πολυχορδότατον, καὶ αὐτὰ τὰ παναρμόνια αὐλοῦ τυγχάνει ὄντα μίμημα;

http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus:text:1999.01.0167:book=3:section=399d


δῆλα δή, ἦ δ᾽ ὅς.

λύρα δή σοι, ἦν δ᾽ ἐγώ, καὶ κιθάρα λείπεται [καὶ] κατὰ πόλιν χρήσιμα: καὶ αὖ κατ᾽ ἀγροὺς τοῖς νομεῦσι σῦριγξ ἄν τις εἴη.

ὡς γοῦν, ἔφη, ὁ λόγος ἡμῖν σημαίνει.

Plato. Platonis Opera, ed. John Burnet. Oxford University Press. 1903.
 

Zambelis Spyros

Παλαιό Μέλος
Σαπφώ, (περ. 630-570 π.Χ.)· το όνομά της στην αιολική διάλεκτο ήταν Ψάπφα ή Ψαπφώ. Γεννήθηκε στην Ερεσό της Λέσβου και έζησε στη Μυτιλήνη. Εξαναγκάστηκε να εγκαταλείψει για λίγο καιρό το νησί και να ζήσει στις Συρακούσες· το Πάριο Χρονικό (στ. 36) τοποθετεί τη μετάβασή της στη Σικελία γύρω στα 603-602 π.Χ.: "άφ' οδ Σαπφώ εκ Μυτιλήνης εις Σικελίαν έπλευσε, φυγούσα... άρχοντος Αθήνησιν μεν Κριτίου του προτέρου" (603/602). Ξαναγύρισε στην πατρίδα της γύρω στα 590 π.Χ.
Η μεγαλύτερη λυρική ποιήτρια της αρχαίας Ελλάδας, που επονομάστηκε Δεκάτη Μούσα, ή Θνητή Μούσα και Θηλυκός Όμηρος, υπήρξε και περίφημη μουσικός· η ποίηση και η μουσική ήταν αξεχώριστα συνυφασμένες στη φύση της.
Κατά τον Αριστόξενο (Πλούτ. Περί Moυσ. 1136C-D, 16), στη Σαπφώ αποδιδόταν η επινόηση της μιξολυδικής
αρμονίας (βλ. λ. Πυθοκλείδης )· κατά τη Σούδα , ήταν η πρώτη που χρησιμοποίησε το πλήκτρο στην κιθάρα . Συνέθεσε ύμνους , επιθαλάμια , επιγράμματα κτλ.
Ο θάνατος της έχει συνδεθεί με διάφορους μύθους· σύμφωνα με τον πιο διαδεδομένο, η Σαπφώ, απογοητευμένη από τόν άτυχο έρωτά της για έναν ωραίο νέο, τον Φάωνα, αυτοκτόνησε πέφτοντας στή θάλασσα από το ακρωτήριο Λευκάτας, στή Λευκάδα. Ο τάφος της όμως λέγεται πώς βρισκόταν στη Μυτιλήνη.

Βιβλιογραφία:

Βλ. Bergk PLG III, 83-140 και Anth. Lyr. 193-208.
Ε. Lobel, The Fragments of the Lyrical Poems of Sapho (Σαπφούς Μέλη), Οξφόρδη 1925.
Ε. Lobel - D. L. Page, Poetarum Lesbiorum Fragmenta, Οξφόρδη 1955.
D. L. Pago, Sappho and Alcaeus, Οξφόρδη 1959.

http://www.musipedia.gr/
 
Top