Εγκυκλοπαίδεια της αρχαίας ελληνικής μουσικής

Zambelis Spyros

Παλαιό Μέλος
[''Ο Πλάτων (Λάχης XIV, 188D) λέει ότι αληθινός μουσικός είναι εκείνος που έχει ρυθμίσει τη ζωή του με λόγια και με έργα (στην πράξη) όχι σύμφωνα με την ιωνική ή τη φρυγική ή τη λυδική , αλλά σύμφωνα με τη δωρική αρμονία που είναι η μόνη ελληνική ("... δωριστί, αλλ' ουκ ιαστί, οίομαι δε ουδέ φρυγιστί, ουδέ λυδιστί, αλλ' ήπερ [δωριστί] μόνη Ελληνική εστιν αρμονία").'']

Plato, Laches

Plat. Lach. 188d

Πλάτων, Λάχης XIV, 188D

[188δ] χαίρω ὑπερφυῶς, θεώμενος ἅμα τόν τε λέγοντα καὶ τὰ λεγόμενα ὅτι πρέποντα ἀλλήλοις καὶ ἁρμόττοντά ἐστι. καὶ κομιδῇ μοι δοκεῖ μουσικὸς ὁ τοιοῦτος εἶναι, ἁρμονίαν καλλίστην ἡρμοσμένος οὐ λύραν οὐδὲ παιδιᾶς ὄργανα, ἀλλὰ τῷ ὄντι [ζῆν ἡρμοσμένος οὗ] αὐτὸς αὑτοῦ τὸν βίον σύμφωνον τοῖς λόγοις πρὸς τὰ ἔργα, ἀτεχνῶς δωριστὶ ἀλλ᾽ οὐκ ἰαστί, οἴομαι δὲ οὐδὲ φρυγιστὶ οὐδὲ λυδιστί, ἀλλ᾽ ἥπερ μόνη Ἑλληνική ἐστιν ἁρμονία. ὁ μὲν οὖν τοιοῦτος χαίρειν με ποιεῖ

[188d] I take the speaker and his speech together, and observe how they sort and harmonize with each other. Such a man is exactly what I understand by “musical,”—he has tuned himself with the fairest harmony, not that of a lyre or other entertaining instrument, but has made a true concord of his own life between his words and his deeds, not in the Ionian, no, nor in the Phrygian nor in the Lydian, but simply in the Dorian mode,1 which is the sole Hellenic harmony. Such a man makes me rejoice

Plato. Platonis Opera, ed. John Burnet. Oxford University Press. 1903.

Plato. Platonis Opera, ed. John Burnet. Oxford University Press. 1903.

http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus:text:1999.01.0175:text=Lach.:section=188d
 

Zambelis Spyros

Παλαιό Μέλος
[''Ο Ηρακλείδης Ποντικός στο τρίτο βιβλίο Περί μουσικής γράφει πως η δωρική αρμονία εκφράζει το ανδρικό και το μεγαλοπρεπές ήθος ("η μέν δώριος αρμονία το ανδρώδες εμφαίνει και το μεγαλοπρεπές"· Αθήν. ΙΔ', 624D, 19).'']

Athénée de Naucratis, les Deipnosophistes, livre XIV

Αθήν. ΙΔ', 624D, 19

ἡ μὲν οὖν Δώριος ἁρμονία τὸ ἀνδρῶδες ἐμφαίνει καὶ τὸ μεγαλοπρεπὲς καὶ οὐ διακεχυμένον οὐδ΄ ἱλαρόν, ἀλλὰ σκυθρωπὸν καὶ σφοδρόν, οὔτε δὲ ποικίλον οὔτε πολύτροπον. τὸ δὲ τῶν Αἰολέων ἦθος ἔχει τὸ γαῦρον καὶ ὀγκῶδες, ἔτι δὲ ὑπόχαυνον· ὁμολογεῖ δὲ ταῦτα ταῖς ἱπποτροφίαις αὐτῶν καὶ ξενοδοχίαις· οὐ πανοῦργον δέ, ἀλλὰ ἐξηρμένον καὶ τεθαρρηκός. διὸ καὶ οἰκεῖόν ἐστ΄ αὐτοῖς ἡ φιλοποσία καὶ τὰ ἐρωτικὰ καὶ πᾶσα ἡ περὶ τὴν δίαιταν ἄνεσις. διόπερ ἔχουσι τὸ τῆς ὑποδωρίου καλουμένης ἁρμονίας ἦθος. αὕτη γάρ ἐστι, φησὶν ὁ Ἡρακλείδης, ἣν ἐκάλουν Αἰολίδα, ὡς καὶ Λᾶσος ὁ Ἑρμιονεὺς ἐν τῷ εἰς τὴν ἐν Ἑρμιόνι Δήμητρα Ὕμνῳ λέγων οὕτως· Δάματρα μέλπω Κόραν τε Κλυμένοι΄ ἄλοχον, μελιβόαν ὕμνον ἀνάγων, Αἰολίδ΄ ἅμα βαρύβρομον ἁρμονίαν. ταῦτα δ΄ ᾄδουσιν πάντες ὑποδώρια {τὰ μέλη}. ἐπεὶ οὖν τὸ μέλος ἐστὶν ὑποδώριον {τὰ μέλη}, εἰκότως Αἰολίδα φησὶν εἶναι τὴν ἁρμονίαν ὁ Λᾶσος.

http://hodoi.fltr.ucl.ac.be/concordances/athenee_deipnosophistes_14/texte.htm
 

Zambelis Spyros

Παλαιό Μέλος
insertimage.gif


http://www.musipedia.gr/
 
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
Ησ.: "ο Φρυγίοις αυλών έχει γαρ ο αριστερός προκείμενον κέρας" (ο εκτελεστής στον φρυγικό δίαυλο, του οποίου ο αριστερός αυλός έχει στο τέλος ενα κεράτινο άνοιγμα [καμπάνα] που προεξέχει). Κατά τον Ησύχιο εγκεραυλώ σήμαινε "παίζω τον φρυγικό αυλό" (δίαυλο).

Γλῶσσαι
Ελληνικό λεξικό
Ἡσύχιος Ἀλεξανδρεὺς

<ἐγκεραύλης>· ὁ τοῖς Φρυγίοις αὐλῶν. ἔχει γὰρ ὁ ἀριστερὸς
προσκείμενον κέρας
<ἐγκεραυλῆσαι>· τὸ αὐτό· προσκειμένου γὰρ κέρατος τῷ αὐλῷ
ᾖδον. ὅθεν καὶ ὁ <ἐγκεραύλης>

http://el.wikisource.org/wiki/Γλώσσαι/Ε
 

Zambelis Spyros

Παλαιό Μέλος
[''Αθήν. (ΙΓ', 573F): "Πίνδαρος τε το μεν πρώτον έγραψεν εις αυτόν [Ξενοφώντα] εγκώμιον" (Και ο Πίνδαρος έγραψε γι' αυτόν [τον Κορίνθιο Ξενοφώντα, νικητή στους Ολυμπιακούς Αγώνες] το πρώτο εγκώμιο).'']

Le Livre XIII des Deipnosophistes, De l'Amour

Αθήν., ΙΓ', 573F

33. ῾Υπάρχοντος οὖν τοῦ τοιούτου νομίμου περὶ τὴν θὲον Ξενοφῶν ὁ Κορίνθιος ἐξιὼν εἰς ᾿Ολυμπίαν ἐπὶ τὸν ἀγώνα καὶ αὐτὸς ἀπάξειν ἑταίρας εὔξατο τῇ θεῷ νικήσας. Πίνδαρός τε τὸ μὲν πρῶτον ἔγραψεν εἰς αὐτὸν ἐγκώμιον, οὗ ἡ ἀρχή 'τρισολυμπιονίκαν ἐπαινέων οἶκον,' ὕστερον δὲ καὶ σκόλιον τὸ παρὰ τὴν θυσίαν ᾀσθέν, ἐν ᾧ τὴν ἀρχὴν εὐθέως πεποίηται πρὸς τὰς ἑταίρας, αἳ παραγενομένου τοῦ Ξενοφῶντος καὶ θύοντος τῇ ᾿Αφροδίτῃ συνέθυσαν. Διόπερ ἔφη·
ὦ Κύπρου δέσποινα, τεὸν δεῦτ' ἐς ἄλσος
φορβάδων κορᾶν ἀγέλαν ἑκατόγγυιον Ξενοφῶν τελέαις
ἐπήγαγ' εὐχωλαῖς ἰανθείς.
῎Ητξατο δ' οὕτως τοῦ μέλους·
Πολύξεναι νεάνιδες ἀμφίπολοι
Πειθοῦς ἐν ἀφνειῷ Κορίνθῳ,
αἵτε τὰς χλωρᾶς λιβάνου ξανθὰ δάκρη
θυμιᾶτε, πολλάκι ματέρ' ᾿Ερώτων οὐράνιαι πτάμεναι
νοήμα ποττὰν ᾿Αφροδίταν·
ὑμῖν ἄνωθεν ἀπαγορίας ἔπορεν,
ὦ παῖδες, ἐρατειναῖς <ἐν> εὐναῖς
μαλθακᾶς ὥρας ἀπὸ καρπὸν δρέπεσθαι
σύν δ' ἀνάγκᾳ πᾶν καλόν.
᾿Αρξάμενος δ' οὕτως ἑξῆς φησιν·
᾿Αλλὰ θαυμάζω τί με λεξοῦντι ᾿Ισθμου
δεσπόται τοιάνδε μελίφρονος ἀρχὰν εὑρὸμενον σκολιοῦ
ξυνάορον ξυναῖς γυναιξί.

http://remacle.org/bloodwolf/erudits/athenee/XIIIa.htm
 

Zambelis Spyros

Παλαιό Μέλος
[''...πολύχορδα , ιδιαίτερα από τον Πλάτωνα που τα καταδίκαζε (Πολιτ. Γ', 399D).'']

Plato, Republic

Plat. Rep. 3.399d

Πολιτ., Γ', 399D

[399δ] πολύχορδα καὶ πολυαρμόνια, δημιουργοὺς οὐ θρέψομεν.
οὐ φαινόμεθα.

τί δέ; αὐλοποιοὺς ἢ αὐλητὰς παραδέξῃ εἰς τὴν πόλιν; ἢ οὐ τοῦτο πολυχορδότατον, καὶ αὐτὰ τὰ παναρμόνια αὐλοῦ τυγχάνει ὄντα μίμημα;

δῆλα δή, ἦ δ᾽ ὅς.

λύρα δή σοι, ἦν δ᾽ ἐγώ, καὶ κιθάρα λείπεται [καὶ] κατὰ πόλιν χρήσιμα: καὶ αὖ κατ᾽ ἀγροὺς τοῖς νομεῦσι σῦριγξ ἄν τις εἴη.

ὡς γοῦν, ἔφη, ὁ λόγος ἡμῖν σημαίνει.

[399d] many stringed and poly-harmonic1 instruments.” “Apparently not.” “Well, will you admit to the city flute-makers and flute-players? Or is not the flute the most 'many-stringed' of instruments and do not the pan-harmonics2 themselves imitate it?” “Clearly,” he said. “You have left,” said I, “the lyre and the cither. These are useful3 in the city, and in the fields the shepherds would have a little piccolo to pipe on.4” “So our argument indicates,” he said.

1 Metaphorically. The “many-toned instrumentation of the flutes,” as Pindar calls it, Ol. vii. 12, can vie with the most complex and many-stringed lyre of musical innovation.

2 Cf. 404 D, the only other occurrence of the word in Plato.

3 Cf. my note on Timaeus 47 C, in A.J.P. vol. x. p. 61.

4 Ancient critics noted this sentence as an adaptation of sound to sense. Cf. Demetr.Περὶ ἑρμ185. The sigmas and iotas may be fancied to suggest the whistling notes of the syrinx. So Lucretius v. 1385 “tibia quas fundit digitis pulsata canentum.” Cf. on Catullus 61. 13 “voce carmina tinnula.”

Plato. Platonis Opera, ed. John Burnet. Oxford University Press. 1903.

http://www.perseus.tufts.edu/hopper/text?doc=Plat.+Rep.+3.399d&fromdoc=Perseus:text:1999.01.0167
 

Zambelis Spyros

Παλαιό Μέλος
Athénée de Naucratis, les Deipnosophistes, livre XIV

Εὐφορίων τε ἐν τῷ περὶ Ἰσθμίων τὰ πολύχορδά φησι τῶν ὀργάνων ὀνόμασι μόνον παρηλλάχθαι, παμπάλαιον δ΄ αὐτῶν εἶναι τὴν χρῆσιν. (p.38) Διογένης δ΄ ὁ τραγικὸς διαφέρειν πηκτίδα μαγάδιδος, λέγων οὕτως ἐν τῇ Σεμέλῃ· καίτοι κλύω μὲν Ἀσιάδος μιτρηφόρους Κυβέλας γυναῖκας, παῖδας ὀλβίων Φρυγῶν, τυπάνοισι καὶ ῥόμβοισι καὶ χαλκοκτύπων βόμβοις βρεμούσας ἀντίχερσι κυμβάλων --- σοφὴν θεῶν ὑμνῳδὸν ἰατρόν θ΄ ἅμα. κλύω δὲ Λυδὰς Βακτρίας τε παρθένους ποταμῷ παροίκους Ἅλυι Τμωλίαν θεὸν δαφνόσκιον κατ΄ ἄλσος Ἄρτεμιν σέβειν ψαλμοῖς τριγώνων πηκτίδων ἀντιζύγοις ὁλκοῖς κρεκούσας μάγαδιν, ἔνθα Περσικῷ νόμῳ ξενωθεὶς αὐλὸς ὁμονοεῖ χοροῖς. καὶ Φίλλις δ΄ ὁ Δήλιος ἐν δευτέρῳ περὶ Μουσικῆς διαφέρειν φησὶ πηκτίδα μαγάδιδος, λέγων οὕτως· ’ φοίνικες, πηκτίδες, μαγάδιδες, σαμβῦκαι, ἰαμβῦκαι, τρίγωνα, κλεψίαμβοι, σκινδαψοί, ἐννεάχορδα. ἐν οἷς γάρ, φησί, τοὺς ἰάμβους ᾖδον ἰαμβύκας ἐκάλουν· ἐν οἷς δὲ παρελογίζοντο τὰ ἐν τοῖς μέτροις κλεψιάμβους. μαγάδιδας δὲ ἐν οἷς τὰ διὰ πασῶν καὶ πρὸς ἴσα τὰ μέρη τῶν ᾀδόντων ἡρμοσμένα. καὶ ἄλλα δ΄ ἦν παρὰ ταῦτα· καὶ γὰρ βάρβιτος ἢ βάρμος καὶ ἄλλα πλείονα τὰ μὲν ἔγχορδα, τὰ δὲ ἔνηχα κατεσκεύαζον.‘ (p.39) ἦν γὰρ δή τινα καὶ χωρὶς τῶν ἐμφυσωμένων καὶ χορδαῖς διειλημμένων ἕτερα ψόφου μόνον παρασκευαστικά, καθάπερ τὰ κρέμβαλα. περὶ ὧν φησι Δικαίαρχος ἐν τοῖς περὶ τοῦ τῆς Ἑλλάδος Βίου, ἐπιχωριάσαι φάσκων ποτὲ καθ΄ ὑπερβολὴν εἰς τὸ προσορχεῖσθαί τε καὶ προσᾴδειν ταῖς γυναιξὶν ὄργανά τινα ποιά, ὧν ὅτε τις ἅπτοιτο τοῖς δακτύλοις ποιεῖν λιγυρὸν ψόφον· δηλοῦσθαι δὲ ἐν τῷ τῆς Ἀρτέμιδος ᾄσματι, οὗ ἐστιν ἀρχή· ’Ἄρτεμι, σοί μέ τι φρὴν ἐφίμερον ὕμνον υεναιτε ὅθεν αδε τις ἀλλὰ χρυσοφανια κρέμβαλα χαλκοπάραα χερσίν.‘ Ἕρμιππος δ΄ ἐν Θεοῖς τὸ τούτοις κρούειν κρεμβαλίζειν εἴρηκεν ἐν τούτοις· λεπάδας δὲ πετρῶν ἀποκόπτοντες κρεμβαλίζουσι. Δίδυμος δέ φησιν εἰωθέναι τινὰς ἀντὶ τῆς λύρας κογχύλια καὶ ὄστρακα συγκρούοντας ἔρρυθμον ἦχόν τινα ἀποτελεῖν τοῖς ὀρχουμένοις, καθάπερ καὶ Ἀριστοφάνην ἐν Βατράχοις φάναι. (p.40) Ἀρτέμων δ΄ ἐν τῷ πρώτῳ περὶ Διονυσιακοῦ Συστήματος Τιμόθεόν φησι τὸν Μιλήσιον παρὰ τοῖς πολλοῖς δόξαι πολυχορδοτέρῳ συστήματι χρήσασθαι τῇ μαγάδι· διὸ καὶ παρὰ τοῖς Λάκωσιν εὐθυνόμενον ὡς παραφθείροι τὴν ἀρχαίαν μουσικήν, καὶ μέλλοντός τινος ἐκτέμνειν αὐτοῦ τὰς περιττὰς τῶν χορδῶν, δεῖξαι παρ΄ αὐτοῖς ὑπάρχοντα Ἀπολλωνίσκον πρὸς τὴν αὑτοῦ σύνταξιν ἰσόχορδον λύραν ἔχοντα καὶ ἀφεθῆναι. Δοῦρις δ΄ ἐν τῷ περὶ Τραγῳδίας ὠνομάσθαι φησὶ τὴν μάγαδιν ἀπὸ Μάγδιος Θρᾳκὸς γένος. Ἀπολλόδωρος δ΄ ἐν τῇ πρὸς τὴν Ἀριστοκλέους Ἐπιστολὴν Ἀντιγραφῇ ’ὃ νῦν, φησίν, ἡμεῖς λέγομεν ψαλτήριον, τοῦτ΄ εἶναι μάγαδιν, ὁ δὲ κλεψίαμβος κληθείς, ἔτι δ΄ ὁ τρίγωνος καὶ ὁ ἔλυμος καὶ τὸ ἐννεάχορδον ἀμαυρότερα τῇ χρείᾳ καθέστηκεν. καὶ Ἀλκμὰν δέ φησιν· ‘μάγαδιν δ΄ ἀποθέσθαι.’ Σοφοκλῆς δὲ ἐν Θαμύρᾳ· πηκταὶ δὲ λύραι καὶ μαγάδιδες τά τ΄ ἐν Ἕλλησι ξόαν΄ ἡδυμελῆ. Τελέστης δ΄ ἐν Ὑμεναίῳ διθυράμβῳ πεντάχορδόν φησιν αὐτὴν εἶναι διὰ τούτων· ἄλλος δ΄ ἄλλαν κλαγγὰν ἱεὶς κερατόφωνον ἐρέθιζε μάγαδιν, {ἐν} πενταρράβδῳ χορδᾶν ἀρθμῷ χέρα καμψιδίαυλον ἀναστρωφῶν τάχος --- οἶδα δὲ καὶ ἄλλο ὄργανον ᾧ τῶν Θρᾳκῶν οἱ βασιλεῖς ἐν τοῖς δείπνοις χρῶνται, ὥς φησιν Νικομήδης ἐν τῷ περὶ Ὀρφέως. φοίνικα δὲ τὸ ὄργανον Ἔφορος καὶ Σκάμων ἐν τοῖς περὶ Εὑρημάτων ὑπὸ Φοινίκων εὑρεθὲν ταύτης τυχεῖν τῆς προσηγορίας· Σῆμος δὲ ὁ Δήλιος ἐν πρώτῳ Δηλιάδος διὰ τὸ ἐκ τοῦ ἐν Δήλῳ φοίνικος τοὺς ἀγκῶνας αὐτοῦ ἐξειργάσθαι. τῇ σαμβύκῃ πρώτην φησὶ χρήσασθαι Σίβυλλαν, ἧς Σκάμων ὁ προειρημένος· ὀνομασθῆναι δ΄ αὐτὴν εὑρεθεῖσαν ὑπὸ Σάμβυκος τινός. (p.41) καὶ περὶ τοῦ τρίποδος δὲ καλουμένου (ὄργανον δὲ καὶ τοῦτο μουσικόν) ὁ προειρημένος Ἀρτέμων γράφει οὕτως· ‘ὅθεν πολλὰ τῶν ὀργάνων οὐδ΄ εἰ γέγονέ ποτε γινώσκεται· καθάπερ ὁ Πυθαγόρου τοῦ Ζακυνθίου τρίπους. ὀλιγοχρόνιον γὰρ τὴν ἀκμὴν σχὼν ἢ διὰ τὸ δοκεῖν ἐργώδης εἶναι κατὰ τὴν χειροθεσίαν ἢ δι΄ ἣν δή ποτ΄ οὖν αἰτίαν συντόμως καταλυθεὶς διαλέληθε τοὺς πολλούς. ἦν δὲ παραπλήσιος μὲν Δελφικῷ τρίποδι καὶ τοὔνομ΄ ἐντεῦθεν ἔσχεν, τὴν δὲ χρῆσιν τριπλῆς κιθάρας παρείχετο. τῶν γὰρ ποδῶν ἑστώτων ἐπί τινος βάσεως εὐστρόφου, καθάπερ αἱ τῶν περιάκτων δίφρων κατασκευάζονται θέσεις, τὰς μέσας τρεῖς χώρας τὰς ἀπὸ ποδὸς ἐπὶ πόδα διεστώσας ἐνέτεινε χορδαῖς, ὑπερθεὶς ἑκάστῃ πῆχυν καὶ κάτω προσαρμόσας χορδοτόνια, καὶ τὸν ἐπάνω κόσμον κοινὸν τοῦ λέβητος καὶ τῶν παρηρτημένων ἐνίων ἀποδούς· ἐξ ὧν καὶ τὴν φαντασίαν εἶχεν ἀστείαν καὶ τὸν ἦχον προσέβαλλεν ἁδρότερον. διένειμεν δὲ τὰς τρεῖς χώρας ταῖς τρισὶν ἁρμονίαις τῇ τε δωριστὶ καὶ φρυγιστὶ καὶ λυδιστί. καὶ καθεζόμενος αὐτὸς ἐπί τινος δίφρου περὶ ταυτὸν συμμέτρως ἔχοντα τῇ συστάσει, διείρας δὲ τὴν εὐώνυμον χεῖρα πρὸς τὴν ἐπιβολήν, {καὶ} τῇ ἑτέρᾳ χρησόμενος τῷ πλήκτρῳ, καθ΄ ὁποίαν δὴ πρώτην ᾑρεῖτο τῶν ἁρμονιῶν μετέστρεφε τῷ ποδὶ τὴν βάσιν εὔτροχον {δ΄} οὖσαν, καὶ πρὸς ἑτέραν πλευρὰν πάλιν ἐπιβάλλων ἐχρῆτο καὶ πάλιν ἑτέραν. οὕτω δ΄ ὀξέως ὑπὸ τὴν χεῖρα προσῆγεν αὐτῷ τὰ συστήματα ἡ τῆς βάσεως εὐκινησία τῷ ποδὶ ψαυομένη καὶ τὴν χειροθεσίαν ἐπὶ τοσοῦτον εἰθίσθη κατοξύνειν ὥστ΄, εἴ τις μὴ συνορῴη τὸ γινόμενον, ἀλλὰ διὰ τῆς ἀκοῆς μόνον κρίνοι, νομίζειν γʹ κιθαρῶν ἀκούειν διαφόρως ἡρμοσμένων. καὶ τοῦτο τὸ ὄργανον θαυμασθὲν ἰσχυρῶς μετὰ τὸν ἐκείνου βίον ἐξέλιπεν εὐθέως.’ (p.42) τὴν δὲ ψιλὴν κιθάρισιν πρῶτόν φησιν Μέναιχμος εἰσαγαγεῖν Ἀριστόνικον τὸν Ἀργεῖον, τῇ ἡλικίᾳ γενόμενον κατὰ Ἀρχίλοχον, κατοικήσαντα ἐν Κορκύρᾳ.

http://hodoi.fltr.ucl.ac.be/concordances/athenee_deipnosophistes_14/texte.htm
 

Zambelis Spyros

Παλαιό Μέλος
[''Ο Αριστόξενος τα λέει "έκφυλα όργανα", δηλ. ξένα (FHG ΙΙ, 286, απόσπ. 64· Αθήν. Δ', 182F, 80). Τέτοια ήταν ο φοίνιξ, η πήκτις, η μάγαδις, η σαμβύκη, το τρίγωνον, ο κλεψίαμβος, ο (σ)κινδαψός και το εννεάχορδον.'']

Athenaeus, Volume 1 By Athenaeus (Naucratites), Wilhelm Dindorf

FHG ΙΙ, 286, απόσπ. 64· Αθήν. Δ', 182F, 80

http://books.google.com/books?pg=PA...lt&id=HHM-AAAAcAAJ&ots=TCRiqQZrqF&output=text
 

Attachments

  • books.png
    24.8 KB · Views: 0

Zambelis Spyros

Παλαιό Μέλος
είδη συνθέσεως, · οι κυριότεροι τύποι μουσικής σύνθεσης ήταν οι ακόλουθοι:
(α) η κιθαρωδία · τραγούδι με συνοδεία κιθάρας· ήταν το αρχαιότερο είδος μεικτής μουσικής σύνθεσης. Μια παραλλαγή του ήταν η λυρωδία, που δεν έγινε όμως ποτέ δημοφιλής·
(β) η αυλωδία · τραγούδι με συνοδεία αυλού·
(γ) η ψιλή κιθάρισις
· κιθάρα σόλο·
(δ) η ψιλή αύλησις
· αυλός σόλο·
(ε) η έναυλος κιθάρισις
· σόλο κιθάρα με συνοδεία αυλού· μια παραλλαγή της ήταν η παριαμβίς
·
(στ) ο νόμος



· ο σπουδαιότερος τύπος σύνθεσης·
(ζ) διάφορες χορικές, λυρικές και δραματικές συνθέσεις.

Από τους παραπάνω τύπους, οι γ', δ', ε' και ορισμένα είδη νόμου (ς') ήταν καθαρά μουσικές (οργανικές) συνθέσεις. Πολλές άλλες συνθέσεις εξετάζονται σε διάφορα λήμματα, με το όνομά τους.

http://www.musipedia.gr/
 

Zambelis Spyros

Παλαιό Μέλος
[''Ο Αριστόξενος (ΙΙΙ, 74, 18 Mb) λέει ότι υπάρχουν τρία είδη τετάρτης ("του δια τεσσάρων τρία είδη"), δηλ. (α) εκείνο στο οποίο το πυκνόν βρίσκεται στο κατώτερο μέρος, (β) εκείνο στο οποίο μία δίεση βρίσκεται σε κάθε πλευρά του διτόνου και (γ) εκείνο στο οποίο το πυκνόν βρίσκεται επάνω από το δίτονον (ΙΙΙ, 74, 19 κέ.). Ο Αριστόξενος (ΙΙΙ, 74, 11 Mb) επίσης θεωρεί τον όρο είδος συνώνυμο του όρου σχήμα: "διαφέρει δ' ημίν ουδέν είδος λέγειν ή σχήμα, φέρομεν γαρ αμφότερα τα ονόματα ταύτα επί το αυτό" (για μας οι λέξεις είδος και σχήμα δεν διαφέρουν διόλου, επομένως χρησιμοποιούμε και τους δύο όρους για το ίδιο φαινόμενο). "Το του συστήματος είδος" = το σχήμα του συστήματος (III, 69, 16). '']

Αρμονικά στοιχεία
Αριστόξενος,ΙΙΙ, 74, 18 Mb

Μετὰ δὲ ταῦτα λεκτέον τί ἐστι καὶ ποία τις ἡ κατ᾽ εἶ-
δος διαφορά· διαφέρει δ᾽ ἡμῖν οὐδὲν εἶδος λέγειν ἢ σχῆ-
μα, φέρομεν γὰρ ἀμφότερα τὰ ὀνόματα ταῦτα ἐπὶ τὸ αὐτό.
γίγνεται δ᾽ ὅταν τοῦ αὐτοῦ μεγέθους ἐκ τῶν αὐτῶν ἀσυν-
θέτων συγκειμένου καὶ μεγέθει καὶ ἀριθμῷ ἡ τάξις αὐτῶν
ἀλλοίωσιν λαβῇ.
Τούτου δ᾽ οὕτως ἀφωρισμένου τοῦ διὰ τεσσάρων ὅτι
τρία εἴδη, δεικτέον. πρῶτον μὲν οὖν οὗ τὸ πυκνὸν ἐπὶ τὸ
βαρύ, δεύτερον δ᾽ οὗ δίεσις ἐφ᾽ ἑκάτερα τοῦ διτόνου κεῖται,
τρίτον δ᾽ οὗ τὸ πυκνὸν ἐπὶ τὸ ὀξὺ τοῦ διτόνου. ὅτι δ᾽ οὐκ
ἐνδέχεται πλεοναχῶς τεθῆναι τὰ τοῦ διὰ τεσσάρων μέρη
πρὸς ἄλληλα ἢ τοσαυταχῶς, ῥᾴδιον συνιδεῖν.
 

Zambelis Spyros

Παλαιό Μέλος
[''Ο όρος είδος συναντάται και με τη σημασία του στιλ· Πλούτ. Περί μουσ. 1110Ε, 27: "το της διαφθοράς είδος" (το στιλ της παρακμής).'']

PLUTARQUE
ΠΕΡΙ ΜΟΥΣΙΚΗΣ

Πλούτ. Περί μουσ. 1110Ε, 27

(264) Ἐπὶ μέντοι τῶν ἔτι ἀρχαιοτέρων οὐδ΄ εἰδέναι φασὶ τοὺς Ἕλληνας τὴν θεατρικὴν μοῦσαν, (265) ὅλην δ΄ αὐτοῖς τὴν ἐπιστήμην πρός τε θεῶν τιμὴν καὶ τὴν τῶν νέων παίδευσιν παραλαμβάνεσθαι, μηδὲ τὸ παράπαν ἤδη θεάτρου παρὰ τοῖς ἀνδράσιν ἐκείνοις κατεσκευασμένου, ἀλλ΄ ἔτι τῆς μουσικῆς ἐν τοῖς ἱεροῖς ἀναστρεφομένης, ἐν οἷς τιμήν τε τοῦ θείου διὰ ταύτης ἐποιοῦντο καὶ τῶν ἀγαθῶν ἀνδρῶν ἐπαίνους· (266) εἰκὸς δ΄ εἶναι ὅτι τὸ θέατρον ὕστερον καὶ τὸ θεωρεῖν πολὺ πρότερον ἀπὸ τοῦ θεοῦ τὴν προσηγορίαν ἔλαβεν. (267) Ἐπὶ μέντοι τῶν καθ΄ ἡμᾶς χρόνων τοσοῦτον ἐπιδέδωκε τὸ τῆς διαφθορᾶς εἶδος, ὥστε τοῦ μὲν παιδευτικοῦ τρόπου μηδεμίαν μνείαν μηδ΄ ἀντίληψιν εἶναι, πάντας δὲ τοὺς μουσικῆς ἁπτομένους πρὸς τὴν θεατρικὴν προσκεχωρηκέναι μοῦσαν.

http://remacle.org/bloodwolf/historiens/Plutarque/musiquegr.htm
 
Top