[''βαρύς, βαρύς· χαμηλός σε ύψος'']
Αριστόξ. Ι, 3,11 και 14 Mb κτλ.
Πρῶτον μὲν οὖν ἁπάντων τὴν τῆς φωνῆς κίνησιν διο-
ριστέον τῷ μέλλοντι πραγματεύεσθαι περὶ μέλους αὐτὴν
τὴν κατὰ τόπον. οὐ γὰρ εἷς τρόπος αὐτῆς ὢν τυγχάνει·
κινεῖται μὲν γὰρ καὶ διαλεγομένων ἡμῶν καὶ μελῳδούντων
τὴν εἰρημένην κίνησιν - ὀξὺ γὰρ καὶ βαρὺ δῆλον ὡς ἐν
ἀμφοτέροις τούτοις ἔνεστιν, αὕτη δ᾽ ἐστὶν ἡ κατὰ τόπον
καθ᾽ ἣν ὀξύ τε καὶ βαρὺ γίγνεται - ἀλλ᾽ οὐ ταὐτὸν εἶδος
τῆς κινήσεως ἑκατέρας ἐστίν. ἐπιμελῶς δ᾽ οὐδενὶ πώποτε
γεγένηται περὶ τούτου διορίσαι τίς ἑκατέρας αὐτῶν ἡ δια-
φορά· καί τοι τούτου μὴ διορισθέντος οὐ πάνυ ῥᾴδιον
εἰπεῖν περὶ φθόγγου τί ποτ᾽ ἐστίν. ἀναγκαῖον δὲ τὸν
βουλόμενον μὴ πάσχειν ὅπερ Λάσος τε καὶ τῶν Ἐπιγονείων
τινὲς ἔπαθον, πλάτος αὐτὸν οἰηθέντες ἔχειν, εἰπεῖν περὶ
αὐτοῦ μικρὸν ἀκριβέστερον. τούτου γὰρ διορισθέντος, περὶ
πολλὰ τῶν ἔπειτα μᾶλλον ἔσται σαφῶς. ἀναγκαῖον δ᾽ εἰς
τὴν τούτων ξύνεσιν πρὸς τοῖς εἰρημένοις περί τ᾽ ἀνέσεως
καὶ ἐπιτάσεως καὶ βαρύτητος καὶ ὀξύτητος καὶ τάσεως
εἰπεῖν τί ποτ᾽ ἀλλήλων διαφέρουσιν. οὐδεὶς γὰρ οὐδὲν περὶ
τούτων εἴρηκεν, ἀλλὰ τὰ μὲν αὐτῶν ὅλως οὐδὲ νενόηται τὰ
δὲ συγκεχυμένως.