Εγκυκλοπαίδεια της αρχαίας ελληνικής μουσικής

Zambelis Spyros

Παλαιό Μέλος
insertimage.gif


http://www.musipedia.gr/
 
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
Athénée de Naucratis, les Deipnosophistes , livre XIV

Αριστοξ. Αθήν. ΙΔ', 619Β, 11)

ἐν δὲ τοῖς κατὰ βραχὺ Ὑπομνήμασιν ὁ Ἀριστόξενος ‘Ἴφικλος, φησίν, Ἁρπαλύκην ἐρασθεῖσαν ὑπερεῖδεν. ἣ δὲ ἀπέθανεν καὶ γίνεται ἐπ΄ αὐτῇ παρθένοις ἀγὼν ᾠδῆς, ἥτις Ἁρπαλύκη, φησί, καλεῖται.’ Νύμφις δ΄ ἐν πρώτῳ περὶ Ἡρακλείας περὶ Μαριανδυνῶν διηγούμενός φησιν· ‘ὁμοίως δὲ καὶ τῶν ᾠδῶν ἐνίας κατανοήσειεν ἄν τις, ἃς ἐκεῖνοι κατά τινα ἐπιχωριαζομένην παρ΄ αὐτοῖς ---. ᾄδοντες ἀνακαλοῦνταί τινα τῶν ἀρχαίων, προσαγορεύοντες Βῶρμον. τοῦτον δὲ λέγουσιν υἱὸν γενέσθαι ἀνδρὸς ἐπιφανοῦς καὶ πλουσίου, τῷ δὲ κάλλει καὶ τῇ κατὰ τὴν ἀκμὴν ὥρᾳ πολὺ τῶν ἄλλων διενεγκεῖν· ὃν ἐφεστῶτα ἔργοις ἰδίοις καὶ βουλόμενον τοῖς θερίζουσιν δοῦναι πιεῖν βαδίζοντα ἐφ΄ ὕδωρ ἀφανισθῆναι. ζητεῖν οὖν αὐτὸν τοὺς ἀπὸ τῆς χώρας μετά τινος μεμελῳδημένου θρήνου {καὶ ἀνακλήσεως}, ᾧ καὶ νῦν ἔτι πάντες χρώμενοι διατελοῦσι. τοιοῦτος δ΄ ἐστὶ καὶ ὁ παρ΄ Αἰγυπτίοις καλούμενος Μάνερως.’

http://hodoi.fltr.ucl.ac.be/concordances/athenee_deipnosophistes_14/texte.htm
 

Zambelis Spyros

Παλαιό Μέλος
[''Ο Πτολεμαίος (C.v.J. "Excerpta Neapolitana", Mus. script. gr. 414) ονομάζει αρρύθμους εκείνους τους χρόνους που δεν έχουν ούτε τον ελάχιστο συντονισμό μεταξύ τους.'']

Πτολεμαίος, C.v.J. "Excerpta Neapolitana", Mus. script. gr. 414

http://www.archive.org/stream/musiciscriptore00jangoog#page/n522/mode/1up
 

Attachments

  • musiciscriptore00jangoog_0523.jpg
    120.2 KB · Views: 0

Zambelis Spyros

Παλαιό Μέλος
[''Ο Αριστείδης (Mb 31, R.P.W.-I. 31) καθορίζει: "άρσις μεν ούν εστι φορά μέρους σώματος επί το άνω, θέσις δε, επί το κάτω ταυτού μέρους" (άρση είναι μια κίνηση προς τα πάνω ενός μέρους του σώματος και θέση μια κίνηση προς τα κάτω του ίδιου μέρους).'']

Αριστείδης
Περί μουσικής

Αριστείδης, Mb 31, R.P.W.-I. 31

Ῥυθμὸς τοίνυν ἐστὶ σύστημα ἐκ χρόνων κατά τινα τάξιν
συγκειμένων· καὶ τὰ τούτων πάθη καλοῦμεν ἄρσιν καὶ
θέσιν, ψόφον καὶ ἠρεμίαν. καθόλου γὰρ τῶν φθόγγων διὰ
τὴν ὁμοιότητα τῆς κινήσεως ἀνέμφατον τὴν μέλους ποιου-
μένων πλοκὴν καὶ ἐς πλάνην ἀγόντων τὴν διάνοιαν τὰ τοῦ
ῥυθμοῦ μέρη τὴν δύναμιν τῆς μελῳδίας ἐναργῆ καθίστησι,
παρὰ μέρος μέν, τεταγμένως δὲ κινοῦντα τὴν διάνοιαν.
ἄρσις μὲν οὖν ἐστι φορὰ μέρους σώματος ἐπὶ τὸ ἄνω, θέσις
δὲ ἐπὶ τὸ κάτω ταὐτοῦ μέρους. ῥυθμικὴ δέ ἐστιν ἐπιστήμη
τῆς τῶν προειρημένων χρήσεως.
 

Zambelis Spyros

Παλαιό Μέλος
[''Ο Αριστόξενος μεταχειριζόταν τον όρο ο άνω χρόνος
ή απλά το άνω για την άρση και ο κάτω χρόνος ή το κάτω για τη θέση.'']

ΑΡΙΣΤΟΞΕΝΟΥ ΡΥΘΜΙΚΩΝ ΣΤΟΙΧΕΙΩΝ

http://www.analogion.com/forum/showthread.php?t=6299

Ὧι δὲ σημαινόμεθα τὸν ῥυθμὸν καὶ γνώριμον ποιοῦμεν τῇ
αἰσθήσει, πούς ἐστιν εἷς ἢ πλείους ἑνός. Τῶν δὲ ποδῶν οἱ
μὲν ἐκ δύο χρόνων σύγκεινται τοῦ τε ἄνω καὶ τοῦ κάτω, οἱ
δὲ ἐκ τριῶν, δύο μὲν τῶν ἄνω, ἑνὸς δὲ τοῦ κάτω, ἢ ἐξ ἑνὸς
μὲν τοῦ ἄνω, δύο δὲ τῶν κάτω, _οἱ δὲ ἐκ τεττάρων, δύο
μὲν τῶν ἄνω, δύο δὲ τῶν κάτ_ω.
 
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
[''Αριστοτέλης Προβλ. (XIX, 33): "Δια τι ευαρμοστώτερον από του οξέος επί το βαρύ ή από του βαρέος επί το οξύ; Πότερον ότι το μεν από της αρχής γίγνεται άρχεσθαι; η γαρ μέση και ηγεμών οξυτάτη του τετραχόρδου· το δε ουκ απ' αρχής αλλ' από τελευτής;" (Γιατί η συνέχεια των ήχων ταιριάζει καλύτερα από ψηλά προς τα χαμηλά παρά από τα χαμηλά στα ψηλά; Είναι γιατί στην πρώτη περίπτωση αρχίζουμε από την αρχή; αφού η μέση και κύρια νότα του τετράχορδου είναι η ψηλότερη του νότα, ενώ στη δεύτερη περίπτωση αρχίζουμε από το τέλος;)'']

Αριστοτέλης Προβλ. (XIX, 33

http://books.google.com/books?id=VYg...ν&f=false
 

Attachments

  • 33.png
    18.4 KB · Views: 0

Zambelis Spyros

Παλαιό Μέλος
ῥυσµὸς

Θυµέ, θύµ᾽ ἀµηχάνοισι κήδεσιν κυκώµενε ἀνάδυ, δυσµενῶν δ' ἀλέξευ προσβαλῶν ἐναντίον στέρνον ἐνδόκοισιν, ἐχθρῶν πλησίον κατασταθεὶς ἀσφαλέως· καὶ µήτε νικῶν ἀµφαδὴν ἀγάλλεο µήτε νικηθεὶς ἐν οἴκῳ καταπεσῶν ὀδύρεο· ἀλλὰ χαρτοῖσίν τε χαῖρε καὶ κακαῖσιν ἀσχάλα µὴ λίην· γίγνωσκε δ' οἷος ῥυσµὸς ἀνθρώπους ἔχει. τὶς πληγὲς ποὺ µοῦ ἀνοίγουν.
 

Zambelis Spyros

Παλαιό Μέλος
[''Στον Αθήναιο (ΙΔ', 627C, 23) διαβάζουμε ότι ο Αρχίλοχος περηφανευόταν πιο πολύ για τη συμμετοχή του σε "πολιτικούς" (ή "πολεμικούς", σε μερικές εκδόσεις) αγώνες παρά για το ποιητικό του ταλέντο.'']

Athénée de Naucratis, les Deipnosophistes, livre XIV

Αθήναιο ΙΔ', 627C, 23

Ἀρχίλοχος γοῦν ἀγαθὸς ὢν ποιητὴς πρῶτον ἐκαυχήσατο τῷ δύνασθαι μετέχειν τῶν πολιτικῶν ἀγώνων, δεύτερον δὲ ἐμνήσθη τῶν περὶ τὴν ποιητικὴν ὑπαρχόντων αὐτῷ, λέγων· εἰμὶ δ΄ ἐγὼ θεράπων μὲν Ἐνυαλίοιο ἄνακτος, καὶ Μουσέων ἐρατὸν δῶρον ἐπιστάμενος. ὁμοίως δὲ καὶ Αἰσχύλος τηλικαύτην δόξαν ἔχων διὰ τὴν ποιητικὴν οὐδὲν ἧττον ἐπὶ τοῦ τάφου ἐπιγραφῆναι ἠξίωσεν μᾶλλον τὴν ἀνδρείαν, ποιήσας· ἀλκὴν δ΄ εὐδόκιμον Μαραθώνιον ἄλσος ἂν εἴποι καὶ βαθυχαῖταί κεν Μῆδοι ἐπιστάμενοι.

http://hodoi.fltr.ucl.ac.be/concordances/athenee_deipnosophistes_14/texte.htm
 

Zambelis Spyros

Παλαιό Μέλος
PLUTARQUE
ΠΕΡΙ ΜΟΥΣΙΚΗΣ

Πλούτ. Περί μουσ. 1140F-1141B, 28 [?]

(275) Ἀλλὰ μὴν καὶ Ἀρχίλοχος τὴν τῶν τριμέτρων ῥυθμοποιίαν προσεξεῦρε (276) καὶ τὴν εἰς τοὺς οὐχ ὁμογενεῖς ῥυθμοὺς ἔντασιν (277) καὶ τὴν παρακαταλογὴν καὶ τὴν περὶ ταῦτα κροῦσιν·

http://remacle.org/bloodwolf/historiens/Plutarque/musiquegr.htm
 

Zambelis Spyros

Παλαιό Μέλος
["Ο Διογ. Λαέρτιος (Περί βίων, δογμάτων και αποφθεγμάτων ΙΙΙ, 4, 79) μιλώντας για τη ζωή του λέει πως ο Αρχύτας θαυμαζόταν από τον περισσότερο κόσμο για την υπεροχή του σε κάθε κλάδο της επιστήμης και στη ζωή. Ως πολιτικός ενέπνεε βαθύ σεβασμό και εκλέχτηκε επτά φορές "στρατηγός" ("κυβερνήτης") και κυβέρνησε τον Τάραντα για πολλά χρόνια, ενώ κατά τους νόμους της πόλης δεν επιτρεπόταν να "στρατηγήσει" ένας για περισσότερο από ένα χρόνο ("Εθαυμάζετο δε και παρά τοις πολλοίς επί πάση αρετή· και δη επτάκις των πολιτών εστρατήγησε, των άλλων μη πλέον ενιαυτού στρατηγούντων δια το κωλύειν τον νόμον").'']


Διογένης Λαέρτιος

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

[ed. H S Long, Oxford 1964]

Βιβλίον Η'

ΑΡΧΥΤΑΣ

Περί βίων, δογμάτων και αποφθεγμάτων ΙΙΙ, 4, 79

79
Ἀρχύτας Μνησαγόρου Ταραντῖνος, ὡς δὲ Ἀριστόξενος (Wehrli
ii. fg. 47), Ἑστιαίου, Πυθαγορικὸς καὶ αὐτός. οὗτός ἐστιν ὁ
Πλάτωνα ῥυσάμενος δι' ἐπιστολῆς παρὰ Διονυσίου μέλλοντ'
ἀναιρεῖσθαι. ἐθαυμάζετο δὲ καὶ παρὰ τοῖς πολλοῖς ἐπὶ πάσῃ
ἀρετῇ· καὶ δὴ ἑπτάκις τῶν πολιτῶν ἐστρατήγησε, τῶν ἄλλων μὴ
πλέον ἐνιαυτοῦ στρατηγούντων διὰ τὸ κωλύειν τὸν νόμον. πρὸς
τοῦτον καὶ Πλάτων γέγραφεν ἐπιστολὰς δύο, ἐπειδήπερ αὐτῷ
πρότερος ἐγεγράφει τοῦτον τὸν τρόπον (Hercher 132)·
"Ἀρχύτας Πλάτωνι ὑγιαίνειν.
80
"Καλῶς ποιέεις ὅτι ἀποπέφευγας ἐκ τᾶς ἀρρωστίας· ταῦτα
γὰρ αὐτός τυ ἐπέσταλκας καὶ τοὶ περὶ Λαμίσκον ἀπάγγελον. περὶ
δὲ τῶν ὑπομνημάτων ἐπεμελήθημες καὶ ἀνήλθομες ὡς Λευκανὼς
καὶ ἐνετύχομες τοῖς Ὀκκέλω ἐκγόνοις. τὰ μὲν ὦν Περὶ νόμω καὶ
Βασιληίας καὶ Ὁσιότατος καὶ τᾶς τῶ παντὸς γενέσιος αὐτοί τ'
ἔχομες καὶ τὶν ἀπεστάλκαμες· τὰ δὲ λοιπὰ οὔτοι νῦν γα δύναται
εὑρεθῆμεν, αἰ δέ κα εὑρεθῇ, ἥξει τοι."
Ὧδε μὲν ὁ Ἀρχύτας· ὁ δὲ Πλάτων ἀντεπιστέλλει τοῦτον τὸν
τρόπον (Ep. xii)·
"Πλάτων Ἀρχύτᾳ εὖ πράττειν.
81
"Τὰ μὲν παρὰ σοῦ ἐλθόντα ὑπομνήματα θαυμαστῶς ἄσμενοί τε
ἐλάβομεν καὶ τοῦ γράψαντος αὐτὰ ἠγάσθημεν ὡς ἔνι μάλιστα, καὶ
ἔδοξεν ἡμῖν ἁνὴρ ἄξιος ἐκείνων τῶν παλαιῶν προγόνων. λέγονται
γὰρ δὴ οἱ ἄνδρες οὗτοι Μυραῖοι εἶναι· οὗτοι δ' ἦσαν τῶν ἐπὶ
Λαομέδοντος ἐξαναστάντων Τρώων ἄνδρες ἀγαθοί, ὡς ὁ παρα-
δεδομένος μῦθος δηλοῖ. τὰ δὲ παρ' ἐμοῦ ὑπομνήματα, περὶ ὧν
ἐπέστειλας, ἱκανῶς μὲν οὔπω ἔχει· ὡς δέ ποτε τυγχάνει ἔχοντα
ἀπέσταλκά σοι. περὶ δὲ τῆς φυλακῆς ἀμφότεροι συμφωνοῦμεν,
ὥστε οὐδὲν δεῖ παρακελεύεσθαι. ἔρρωσο."
Καὶ ὧδε μὲν πρὸς ἀλλήλους αὐτοῖς ἔχουσιν αἱ ἐπιστολαί.
82
Γεγόνασι δ' Ἀρχύται τέτταρες· πρῶτος αὐτὸς οὗτος, δεύτερος
Μυτιληναῖος μουσικός, τρίτος Περὶ γεωργίας συγγεγραφώς,
τέταρτος ἐπιγραμματοποιός. ἔνιοι καὶ πέμπτον ἀρχιτέκτονά
φασιν, οὗ φέρεται βιβλίον Περὶ μηχανῆς, ἀρχὴν ἔχον ταύτην,
"τάδε παρὰ Τεύκρου Καρχηδονίου διήκουσα." περὶ δὲ τοῦ
μουσικοῦ φέρεται καὶ τόδε, ὡς ὀνειδιζόμενος ἐπὶ τῷ μὴ ἐξακού-
εσθαι εἴποι, "τὸ γὰρ ὄργανον ὑπὲρ ἐμοῦ διαγωνιζόμενον λαλεῖ."
Τὸν δὲ Πυθαγορικὸν Ἀριστόξενός (Wehrli ii, fg. 48) φησι
μηδέποτε στρατηγοῦντα ἡττηθῆναι· φθονούμενον δ' ἅπαξ ἐκ-
χωρῆσαι τῆς στρατηγίας καὶ τοὺς αὐτίκα ληφθῆναι.
83
Οὗτος πρῶτος τὰ μηχανικὰ ταῖς μαθηματικαῖς προσχρησά-
μενος ἀρχαῖς μεθώδευσε καὶ πρῶτος κίνησιν ὀργανικὴν διαγράμ-
ματι γεωμετρικῷ προσήγαγε, διὰ τῆς τομῆς τοῦ ἡμικυλίνδρου δύο
μέσας ἀνὰ λόγον λαβεῖν ζητῶν εἰς τὸν τοῦ κύβου διπλασιασμόν.
κἀν γεωμετρίᾳ πρῶτος κύβον εὗρεν, ὥς φησι Πλάτων ἐν Πολι-
τείᾳ.

http://www.mikrosapoplous.gr/dl/dl08.html#arhitas
 

Zambelis Spyros

Παλαιό Μέλος
[''Οι έρευνές του για τον μουσικό ήχο τον οδήγησαν στην ανακάλυψη ότι ο ήχος παράγεται από δονήσεις του αέρα και ότι το ύψος του εξαρτάται από την ταχύτητα των παλμών· ψηλότεροι ήχοι παράγονται από ταχύτερους παλμούς και χαμηλότεροι ήχοι από βραδύτερους παλμούς (πρβ. Πορφ. Σχόλια, I. During, 56-57).''
'
Πορφ. Σχόλια, I. During, 56-57 [?]

Πορφύριου
Εις τα αρμονικα Πτολεμαιου υπομνηματα

Αὐλῷ γάρ τινι ἕως τοῦ τὰς τῶν ψόφων διαφοράς.
Τὸ πλῆττόν ἐστιν ἐπί τε τῶν αὐλῶν καὶ ἐπὶ τῶν ἀρτηριῶν ἡ ὁρμὴ καὶ
τὸ πνεῦμα, ὃ καθ᾽ ὁρμὴν προΐεμεν, τὸ πληττόμενον δ᾽, ἐφ᾽ ὧν μὲν ὁ αὐ-
λός, ἐφ᾽ ὧν δ᾽ ἡ ἀρτηρία. ἀλλ᾽ ἐπὶ μὲν τῶν αὐλῶν τὸ μὲν πλῆττον
πνεῦμα καὶ ἡ καταρχὴ τῆς ἀπὸ τῶν αὐλούντων πληγῆς μένει ἡ αὐτή·
παραχωρεῖ δ᾽ ὁ αὐλὸς διὰ τῆς ἐπιτεχνήσεως τῶν τρυπημάτων ἢ ἐγγὺς
τῆς ἀρχῆς γινομένης τοῦ πλήττοντος ἢ πόρρω καὶ οὕτω διαφόρους ἀποδι-
δοῦσα τοὺς ψόφους. ἐπί τε τῶν ἀρτηριῶν ἡ μὲν πληττομένη ἀρτηρία
μένει, τὸ δὲ πλῆττον, ὅπερ ἦν τὸ καθ᾽ ὁρμὴν πνεῦμα, τοὺς ἐπὶ τῆς ἀρτη-
ρίας τόπους εὑρίσκει φυσικῶς καὶ τούτοις παραχωρεῖ ὑπαγωγέως τρό-
πον· ἀφ᾽ ὧν αἱ παρὰ τὸν ἐκτὸς ἀέρα ἐκπίπτουσαι διαστάσεις ἀνάλογον
ταῖς ἑαυτῶν ὑπεροχαῖς ἀποτελοῦσι τὰς τῶν ψόφων διαφοράς.
Τὰ μὲν δὴ τοῦ Πτολεμαίου περὶ τῆς κατὰ τοὺς ψόφους ὀξύτητος καὶ
βαρύτητος τοιαῦτα· τὰ μὲν παρ᾽ αὐτοῦ ἐπινοηθέντα, τὰ δὲ καὶ παρὰ
τῶν πρὸ αὐτοῦ εἰλημμένα.
Δεῖ δὲ καὶ ἡμᾶς, καθάπερ ἐπηγγέλμεθα, ἐπιστῆσαι τῷ ζητήματι, εἰ
καὶ ἐν πολλοῖς μέρεσι τῆς ἐξηγήσεως τὴν ἑαυτῶν φθάσαντες ἤδη γνώμην
ἀπεδείξαμεν. ὅτι μὲν τοίνυν ἡ τῆς τοιαύτης αἰτίας ἀπόδοσις παλαιά
τις ἦν καὶ παρὰ τοῖς Πυθαγορείοις κυκλουμένη, καὶ διὰ τῶν ἔμπροσθεν
μὲν ἀπεδείξαμεν. παρακείσθω δὲ καὶ νῦν τὰ Ἀρχύτα τοῦ Πυθα-
γορείου, οὗ μάλιστα καὶ γνήσια λέγεται εἶναι τὰ συγγράμματα.
 

Zambelis Spyros

Παλαιό Μέλος
Αρμονικός

παρακείσθω δὲ καὶ νῦν τὰ Ἀρχύτα τοῦ Πυθαγορείου,
οὗ μάλιστα καὶ γνήσια λέγεται εἶναι τὰ συγγράμματα· λέγει δ᾽ ἐν
τῶι Περὶ μαθηματικῆς εὐθὺς ἐναρχόμενος τοῦ λόγου τάδε· κα-
λῶς __. γέγονεν.
ἀλλὰ καὶ Ἀ. ὁ Ταραντῖνος ἀρχόμενος τοῦ Ἁρμονικοῦ τὸ
αὐτὸ οὕτω πως λέγει· καλῶς __. ἀναστροφὰν ἔχει.

τοὶ γὰρ περὶ τῶν καθόλο _υ __. καλῶς
διαγνόντες __. καλῶς ὀψεῖσθαι.
ταῦτα __. ἀδελφεά.
καλῶς μοι δοκοῦντι τοὶ περὶ τὰ μαθήματα διαγνώ-
μεναι, καὶ οὐθὲν ἄτοπον ὀρθῶς αὐτούς, οἷά ἐντι, περὶ
ἑκάστων φρονέειν· περὶ γὰρ τᾶς τῶν ὅλων φύσιος καλῶς
διαγνόντες ἔμελλον καὶ περὶ τῶν κατὰ μέρος, οἷά ἐντι,
καλῶς ὀψεῖσθαι. περί τε δὴ τᾶς τῶν ἄστρων ταχυτᾶτος
καὶ ἐπιτολᾶν καὶ δυσίων παρέδωκαν ἁμῖν σαφῆ διάγνω-
σιν καὶ περὶ γαμετρίας καὶ ἀριθμῶν καὶ σφαιρικᾶς καὶ
οὐχ ἥκιστα περὶ μωσικᾶς. ταῦτα γὰρ τὰ μαθήματα δο-
κοῦντι ἦμεν ἀδελφεά· περὶ γὰρ ἀδελφεὰ τὰ τῶ ὄντος
πρώτιστα δύο εἴδεα τὰν ἀναστροφὰν ἔχει. πρᾶτον μὲν
οὖν ἐσκέψαντο, ὅτι οὐ δυνατόν ἐστιν ἦμεν ψόφον μὴ
γενηθείσας πληγᾶς τινων ποτ᾽ ἄλλαλα. πλαγὰν δ᾽ ἔφαν
γίνεσθαι, ὅκκα τὰ φερόμενα ἀπαντιάξαντα ἀλλάλοις
συμπέτηι· τὰ μὲν οὖν ἀντίαν φορὰν φερόμενα ἀπαντιά-
ζοντα αὐτὰ αὐτοῖς συγχαλᾶντα, _τ_ὰ δ᾽ ὁμοίως φερό-
μενα, μὴ ἴσωι δὲ τάχει, περικαταλαμβανόμενα παρὰ τῶν
ἐπιφερομένων τυπτόμενα ποιεῖν ψόφον. πολλοὺς μὲν δὴ
αὐτῶν οὐκ εἶναι ἁμῶν τᾶι φύσει οἵους τε γινώσκεσθαι,
τοὺς μὲν διὰ τὰν ἀσθένειαν τᾶς πλαγᾶς, τοὺς δὲ διὰ
τὸ μᾶκος τᾶς ἀφ᾽ ἁμῶν ἀποστάσιος, τινὰς δὲ καὶ διὰ τὰν
ὑπερβολὰν τοῦ μεγέθεος· οὐ γὰρ παραδύεσθαι ἐς τὰν
ἀκοὰν ἁμῖν τὼς μεγάλως τῶν ψόφων, ὥσπερ οὐδ᾽ ἐς τὰ
σύστομα τῶν τευχέων, ὅκκα πολύ τις ἐγχέηι, οὐδὲν
ἐγχεῖται. τὰ μὲν οὖν ποτιπίπτοντα ποτὶ τὰν αἴσθασιν
ἃ μὲν ἀπὸ τᾶν πλαγᾶν ταχὺ παραγίνεται καὶ _ἰσχυρῶ_ς,
ὀξέα φαίνεται, τὰ δὲ βραδέως καὶ ἀσθενῶς, βαρέα δο-
κοῦντι ἦμεν. αἰ γάρ τις ῥάβδον λαβὼν κινοῖ νωθρῶς τε
καὶ ἀσθενέως, τᾶι πλαγᾶι βαρὺν ποιήσει τὸν ψόφον·
αἰ δέ κα ταχύ τε καὶ ἰσχυρῶς, ὀξύν. οὐ μόνον δέ κα τού-
τωι γνοίημεν, ἀλλὰ καὶ ὅκκα ἄμμες ἢ λέγοντες ἢ ἀεί-
δοντες χρήιζομές τι μέγα φθέγξασθαι καὶ ὀξύ, σφοδρῶι
τῶι πνεύματι φθεγγόμενοι *** ἔτι δὲ καὶ τοῦτο συμβαί-
νει ὥσπερ ἐπὶ βελῶν· τὰ μὲν ἰσχυρῶς ἀφιέμενα πρόσω
φέρεται, τὰ δ᾽ ἀσθενῶς, ἐγγύς. τοῖς γὰρ ἰσχυρῶς φερο-
μένοις μᾶλλον ὑπακούει ὁ ἀήρ· τοῖς δὲ ἀσθενῶς, ἧσσον.
τωὐτὸ δὲ καὶ ταῖς φωναῖς συμβήσεται· τᾶι μὲν ὑπὸ τῶ
ἰσχυρῶ τῶ πνεύματος φερομέναι μεγάλαι τε ἦμεν καὶ
ὀξέαι, τᾶι δὲ ὑπὸ ἀσθενέος μικρᾶι τε καὶ βαρέαι. ἀλλὰ
μὰν καὶ τούτωι γά κα ἴδοιμες ἰσχυροτάτωι σαμείωι, ὅτι
τῶ αὐτῶ φθεγξαμένω μέγα μὲν πόρσωθέν κ᾽ ἀκούσαιμες·
μικρὸν δέ, οὐδ᾽ ἐγγύθεν. ἀλλὰ μὰν καὶ ἔν γα τοῖς αὐλοῖς
τὸ ἐκ τῶ στόματος φερόμενον πνεῦμα ἐς μὲν τὰ ἐγγὺς
τῶ στόματος τρυπήματα ἐμπῖπτον διὰ τὰν ἰσχὺν τὰν
σφοδρὰν ὀξύτερον ἆχον ἀφίησιν, ἐς δὲ τὰ πόρσω, βαρύ-
τερον· ὥστε δῆλον ὅτι ἁ ταχεῖα κίνασις ὀξὺν ποιεῖ, ἁ δὲ
βραδεῖα βαρὺν τὸν ἆχον. ἀλλὰ μὰν καὶ τοῖς ῥόμβοις
τοῖς ἐν ταῖς τελεταῖς κινουμένοις τὸ αὐτὸ συμβαίνει·
ἡσυχᾶι μὲν κινούμενοι βαρὺν ἀφιέντι ἆχον, ἰσχυρῶς δέ,
ὀξύν. ἀλλὰ μὰν καὶ ὅ γα κάλαμος, αἴ κά τις αὐτῶ τὸ
κάτω μέρος ἀποφράξας ἐμφυσῆι, ἀφήσει _βαρέαν_ τινὰ
ἁμῖν φωνάν· αἰ δέ κα ἐς τὸ ἥμισυ ἢ ὁπόστον _ὦν_ μέρος
αὐτῶ, ὀξὺ φθεγξεῖται· τὸ γὰρ αὐτὸ πνεῦμα διὰ μὲν τῶ
μακρῶ τόπω ἀσθενὲς ἐκφέρεται, διὰ δὲ τῶ μείονος σφο-
δρόν.
εἰπὼν δὲ καὶ ἄλλα περὶ τοῦ διαστηματικὴν εἶναι τὴν τῆς φωνῆς
κίνησιν συγκεφαλαιοῦται τὸν λόγον ὡς·
ὅτι μὲν δὴ τοὶ ὀξεῖς φθόγγοι τάχιον κινέονται, οἱ δὲ
βαρεῖς βράδιον, φανερὸν ἁμῖν ἐκ πολλῶν γέγονεν.
καὶ ἄλλοι δὲ πολλοὶ τῶν
παλαιῶν οὕτω φέρονται, καθάπερ καὶ
Διονύσιος ὁ Ἁλικαρνασσεὺς καὶ Ἀρχύτας ἐν τῶι Περὶ μουσικῆς __.
Ἀ. δὲ περὶ τῶν μεσοτήτων λέγων γράφει ταῦτα·
μέσαι δέ ἐντι τρῖς τᾶι μουσικᾶι, μία μὲν ἀριθμητικά,
δευτέρα δὲ ἁ γεωμετρικά, τρίτα δ᾽ ὑπεναντία, ἃν καλέοντι
ἁρμονικάν. ἀριθμητικὰ μέν, ὅκκα ἔωντι τρεῖς ὅροι κατὰ
τὰν τοίαν ὑπεροχὰν ἀνὰ λόγον· ὧι πρᾶτος δευτέρου
ὑπερέχει, τούτωι δεύτερος τρίτου ὑπερέχει. καὶ ἐν ταύ-
ται _τᾶ_ι ἀναλογίαι συμπίπτει ἦιμεν τὸ τῶν μειζόνων
ὅρων διάστημα μεῖον, τὸ δὲ τῶν μειόνων μεῖζον. ἁ γεωμε-
τρικὰ δέ, ὅκκα ἔωντι οἷος ὁ πρᾶτος ποτὶ τὸν δεύτερον,
καὶ ὁ δεύτερος ποτὶ τὸν τρίτον. τούτων δ᾽ οἱ μείζονες
ἴσον ποιοῦνται τὸ διάστημα καὶ οἱ μείους. ἁ δ᾽ ὑπεναν-
τία, ἃν καλοῦμεν ἁρμονικάν, ὅκκα ἔωντι _τοῖοι· ὧ_ι ὁ
πρᾶτος ὅρος ὑπερέχει τοῦ δευτέρου αὐταύτου μέρει,
τούτωι ὁ μέσος τοῦ τρίτου ὑπερέχει τοῦ τρίτου μέρει.
γίνεται δ᾽ ἐν ταύται τᾶι ἀναλογίαι τὸ τῶν μειζόνων
ὅρων διάστημα μεῖζον, τὸ δὲ τῶν μειόνων μεῖον.
ἐκ τοῦ Ἀρχύτου Περὶ μα-
θημάτων· δεῖ __. ἀδικῆσαι.
διόπερ ὁ Ἀ. ἐν τῶι Περὶ μαθηματικῶν λέγει
δεῖ __. ἀδύνατον.
δεῖ γὰρ ἢ μαθόντα παρ᾽ ἄλλω ἢ αὐτὸν ἐξευρόντα, ὧν
ἀνεπιστάμων ἦσθα, ἐπιστάμονα γενέσθαι. τὸ μὲν ὦν μα-
θὲν παρ᾽ ἄλλω καὶ ἀλλοτρίαι, τὸ δὲ ἐξευρὲν δι᾽ αὔταυτον
καὶ ἰδίαι· ἐξευρεῖν δὲ μὴ ζατοῦντα ἄπορον καὶ σπάνιον,
ζατοῦντα δὲ εὔπορον καὶ ῥάιδιον, μὴ ἐπιστάμενον δὲ ζη-
τεῖν ἀδύνατον.
στάσιν μὲν ἔπαυσεν, ὁμόνοιαν δὲ αὔξησεν λογισμὸς
εὑρεθείς· πλεονεξία τε γὰρ οὐκ ἔστι τούτου γενομένου
καὶ ἰσότας ἔστιν· τούτωι γὰρ περὶ τῶν συναλλαγμάτων
διαλλασσόμεθα. διὰ τοῦτον οὖν οἱ πένητες λαμβάνοντι
παρὰ τῶν δυναμένων, οἵ τε πλούσιοι διδόντι τοῖς δεο-
μένοις, πιστεύοντες ἀμφότεροι διὰ τούτω τὸ ἶσον ἕξειν.
κανὼν δὲ καὶ κωλυτὴρ τῶν ἀδικούντων _ἐὼν_ τοὺς μὲν
ἐπισταμένους λογίζεσθαι πρὶν ἀδικεῖν ἔπαυσε, πείσας
ὅτι οὐ δυνασοῦνται λαθεῖν, ὅταν ἐπ᾽ αὐτὸν ἔλθωντι· τοὺς
δὲ μὴ ἐπισταμένους, ἐν αὐτῶι δηλώσας ἀδικοῦντας, ἐκώ-
λυσεν ἀδικῆσαι.
 

Zambelis Spyros

Παλαιό Μέλος
Αρχύτας (2), μουσικός από τη Μυτιλήνη, άγνωστης εποχής, αναφερόμενος από τον Αθήναιο (ΙΓ', 600F) ως ένας από τους αρμονικούς· έγραψε ένα βιβλίο για τη μουσική, στο οποίο υποστήριζε ότι ο Αλκμάν ήταν ο πιο σημαντικός ποιητής ερωτικών τραγουδιών.
Ο Διογ. Λαέρτιος (XVIII, 4, 82) διηγείται γι' αυτόν τον Αρχύτα ότι, όταν σ' ένα διαγωνισμό τον κατηγόρησαν πως δεν ακουγόταν, απάντησε: "το οργανό μου θα μιλήσει για μένα και θα νικήσει". Βλ. Hesychius Milesius, FHG IV, 159.

http://www.musipedia.gr/
 
Top