Εγκυκλοπαίδεια της αρχαίας ελληνικής μουσικής

[''Ηρόδ. (Β', 79): "Λίνος, όσπερ εν τε Φοινίκη αοίδιμος εστι και εν Κύπρω και άλλη" (ο λίνος , ο οποίος τραγουδιέται στη Φοινίκη, στην Κύπρο και αλλού).'']

Herodotus, The Histories

Hdt. 2.79.1

πατρίοισι δὲ χρεώμενοι νόμοισι ἄλλον οὐδένα ἐπικτῶνται: τοῖσι ἄλλα τε ἐπάξια ἐστὶ νόμιμα, καὶ δὴ καὶ ἄεισμα ἕν ἐστι, Λίνος, ὅσπερ ἔν τε Φοινίκῃ ἀοίδιμος ἐστὶ καὶ ἐν Κύπρῳ καὶ ἄλλῃ, κατὰ μέντοι ἔθνεα οὔνομα ἔχει, [2] συμφέρεται δὲ ὡυτὸς εἶναι τὸν οἱ Ἕλληνες Λίνον ὀνομάζοντες ἀείδουσι, ὥστε πολλὰ μὲν καὶ ἄλλα ἀποθωμάζειν με τῶν περὶ Αἴγυπτον ἐόντων, ἐν δὲ δὴ καὶ τὸν Λίνον ὁκόθεν ἔλαβον τὸ οὔνομα: φαίνονται δὲ αἰεί κοτε τοῦτον ἀείδοντες. ἔστι δὲ Αἰγυπτιστὶ ὁ Λίνος καλεύμενος Μανερῶς.

Herodotus, with an English translation by A. D. Godley. Cambridge. Harvard University Press. 1920.

http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus:text:1999.01.0125:book=2:chapter=79:section=1
 
insertimage.gif


http://www.musipedia.gr/
 
Last edited:
[''Όμ.Οδ. δ 17: "μετά δε σφιν εμέλπετο θείος αοιδός φορμίζων" (και ανάμεσά τους ο θείος αοιδός τραγουδούσε με συνοδεία φόρμιγγας).'']

Homer, Odyssey

Hom. Od. 4.17
Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης.
15ὣς οἱ μὲν δαίνυντο καθ᾽ ὑψερεφὲς μέγα δῶμα
γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο,
τερπόμενοι: μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
φορμίζων, δοιὼ δὲ κυβιστητῆρε κατ᾽ αὐτούς,
μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους.

Homer. The Odyssey with an English Translation by A.T. Murray, PH.D. in two volumes. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1919.

http://www.perseus.tufts.edu/hopper/text?doc=Hom.+Od.+4.17&fromdoc=Perseus:text:1999.01.0135
 
[''Οδ. θ 479-480: "τιμής έμμοροί εισι και αιδούς" (μετέχουν τιμής και σεβασμού [από όλους τους θνητούς]).'']

Homer, Odyssey

Hom. Od. 8.479
“κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα φάγῃσιν,
Δημοδόκῳ: καί μιν προσπτύξομαι ἀχνύμενός περ:
πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ
480τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκ᾽ ἄρα σφέας
οἴμας μοῦσ᾽ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν.”

Homer. The Odyssey with an English Translation by A.T. Murray, PH.D. in two volumes. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1919.

http://www.perseus.tufts.edu/hopper/text?doc=Hom.+Od.+8.479&fromdoc=Perseus:text:1999.01.0135
 
[''Ομ. Ιλ. Ω 720-722: "παρά δ' είσαν αοιδούς θρήνων εξάρχους, οι τε στονόεσσαν αοιδήν οι μεν άρ' εθρήνουν, επί δε στενάχοντο γυναίκες" (και πλάι [στον Έκτορα] οι μοιρολογητές πρώτοι άρχισαν το θρήνο, και στο μοιρολόι τους με κλάματα αποκρίνονταν οι γυναίκες).'']

Homer, Iliad
Hom. Il. 24.720

τρητοῖς ἐν λεχέεσσι θέσαν, παρὰ δ᾽ εἷσαν ἀοιδοὺς
θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴν
οἳ μὲν ἄρ᾽ ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες.

Homer. Homeri Opera in five volumes. Oxford, Oxford University Press. 1920.

http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus:text:1999.01.0133:book=24:card=707
 
["αυλώ απλάστως" (παίζω με απλό τρόπο, φυσικά, τον αυλό). Θεόφραστος Περί φυτών ιστορίας XI, 4: "ηύλουν απλάστως" (έπαιζαν τον αυλό σε απλό στιλ).]


Historia plantarum By Theophrastus, Friedrich Wimmer
Apud Ferdinandum Hirt, 1842

Θεόφραστος
Περί φυτών ιστορίας XI, 4


http://books.google.com/books?id=11...q=Theophrastus+Historia+Plantarum&output=text
 

Attachments

  • δοναχ.jpg
    55.1 KB · Views: 3
  • δοναχ2.png
    34 KB · Views: 1
  • δοναχ3.jpg
    58.2 KB · Views: 1
  • δοναχ4.png
    24.9 KB · Views: 1
  • δοναχ5.png
    21.8 KB · Views: 1
Θεόφραστος
Περί φυτών ιστορίας 4, XI

Ἐν δ᾽ οὖν τῇ λίμνῃ τῇ περὶ Ὀρχομενὸν τάδ᾽
ἐστὶ τὰ φυόμενα δένδρα καὶ ὑλήματα, ἰτέα
ἐλαίαγνος σίδη κάλαμος ὅ τε αὐλητικὸς καὶ ὁ
ἕτερος κύπειρον φλεὼς τύφη, ἔτι γε μήνανθος
ἴκμη καὶ τὸ καλούμενον ἴπνον. ὃ γὰρ προσαγο-
ρεύουσι λέμνα τούτου τὰ πλείω καθ᾽ ὕδατός ἐστι.
Τούτων δὲ τὰ μὲν ἄλλα γνώριμα· ὁ δ᾽ ἐλαίαγνος
καὶ ἡ σίδη καὶ ἡ μήνανθος καὶ ἡ ἴκμη καὶ τὸ
ἴπνον ἴσως μὲν φύεται καὶ ἑτέρωθι, προσαγορεύε-
ται δὲ ἄλλοις ὀνόμασι· λεκτέον δὲ περὶ αὐτῶν.
ἔστι δὲ ὁ μὲν ἐλαίαγνος φύσει μὲν θαμνῶδες καὶ
παρόμοιον τοῖς ἄγνοις, φύλλον δὲ ἔχει τῷ μὲν
σχήματι παραπλήσιον μαλακὸν δέ, ὥσπερ αἱ
μηλέαι καὶ χνοῶδες. ἄνθος δὲ τῷ τῆς λεύκης
ὅμοιον ἔλαττον· καρπὸν δὲ οὐδένα φέρει. φύεται
δὲ ὁ πλεῖστος μὲν ἐπὶ τῶν πλοάδων νήσων· εἰσὶ
γάρ τινες καὶ ἐνταῦθα πλοάδες, ὥσπερ ἐν Αἰγύπτῳ
περὶ τὰ ἕλη καὶ ἐν Θεσπρωτίδι καὶ ἐν ἄλλαις λίμ-
ναις· ἐλάττων δὲ καθ᾽ ὕδατος· ὁ μὲν οὖν ἐλαίαγνος
τοιοῦτον.
Ἡ δὲ σίδη τὴν μὲν μορφήν ἐστιν ὁμοία τῇ
μήκωνι· καὶ γὰρ τὸ ἄνω κυτινῶδες τοιοῦτον ἔχει,
πλὴν μεῖζον ὡς κατὰ λόγον· μεγέθει δὲ ὅλος ὁ
ὄγκος ἡλίκον μῆλον· ἔστι δὲ οὐ γυμνόν, ἀλλὰ ὑμένες
περὶ αὐτὴν λευκοί, καὶ ἐπὶ τούτοις ἔξωθεν φύλλα
ποώδη παραπλήσια τοῖς τῶν ῥόδων ὅταν ἐν
κάλυξιν ὦσι, τέτταρα τὸν ἀριθμόν· ἀνοιχθεῖσα
δὲ τοὺς κόκκους ἐρυθροὺς μὲν ἔχει τῷ σχήματι
δὲ οὐχ ὁμοίους ταῖς ῥόαις ἀλλὰ περιφερεῖς μικροὺς
δὲ καὶ οὐ πολλῷ μείζους κέγχρου· τὸν δὲ χυλὸν
ὑδατώδη τινά, καθάπερ ὁ τῶν πυρῶν. ἁδρύνεται
δὲ τοῦ θέρους, μίσχον δὲ ἔχει μακρόν. τὸ δὲ
ἄνθος ὅμοιον ῥόδου κάλυκι, μεῖζον δὲ καὶ σχεδὸν
διπλάσιον τῷ μεγέθει. τοῦτο μὲν οὖν καὶ τὸ
φύλλον ἐπὶ τοῦ ὕδατος· μετὰ δὲ ταῦτα, ὅταν
ἀπανθήσῃ καὶ συστῇ τὸ περικάρπιον, κατακλίνε-
σθαί φασιν εἰς τὸ ὕδωρ μᾶλλον, τέλος δὲ συνάπτειν
τῇ γῇ καὶ τὸν καρπὸν ἐκχεῖν.
Καρποφορεῖν δὲ τῶν ἐν τῇ λίμνῃ τοῦτο καὶ τὸ
βούτομον καὶ τὸν φλεών. εἶναι δὲ τοῦ βουτόμου
μέλανα, τῷ δὲ μεγέθει παραπλήσιον τῷ τῆς
σίδης. τοῦ δὲ φλεὼ τὴν καλουμένην ἀνθήλην,
ᾧ χρῶνται πρὸς τὰς κονίας. τοῦτο δ᾽ ἐστὶν οἷον
πλακουντῶδές τι μαλακὸν ἐπίπυρρον. ἔτι δὲ
καὶ τοῦ φλεὼ καὶ τοῦ βουτόμου τὸ μὲν θῆλυ
ἄκαρπον, χρήσιμον δὲ πρὸς τὰ πλόκανα, τὸ δὲ
ἄρρεν ἀχρεῖον.
Περὶ δὲ τῆς ἴκμης καὶ μηνάνθους καὶ τοῦ ἴπνου
σκεπτέον.
Ἰδιώτατον δὲ τούτων ἐστὶν ἡ τύφη καὶ τῷ
ἄφυλλον εἶναι καὶ τῷ μὴ πολύρριζον τοῖς ἄλλοις
ὁμοίως· ἐπεὶ τἆλλα οὐχ ἧττον εἰς τὰ κάτω τὴν
ὁρμὴν ἔχει καὶ τὴν δύναμιν· μάλιστα δὲ τὸ
κύπειρον, ὥσπερ καὶ ἡ ἄγρωστις, δι᾽ ὃ καὶ δυσώ-
λεθρα καὶ ταῦτα καὶ ὅλως ἅπαν τὸ γένος τὸ τοιοῦ-
τον. ἡ δὲ ῥίζα τοῦ κυπείρου πολύ τι τῶν ἄλλων
παραλλάττει τῇ ἀνωμαλίᾳ, τῷ τὸ μὲν εἶναι παχύ
τι καὶ σαρκῶδες αὐτῆς τὸ δὲ λεπτὸν καὶ ξυλῶδες·
καὶ τῇ βλαστήσει καὶ τῇ γενέσει· φύεται γὰρ
ἀπὸ τοῦ πρεμνώδους ἑτέρα λεπτὴ κατὰ πλάγιον,
εἶτ᾽ ἐν ταύτῃ συνίσταται πάλιν τὸ σαρκῶδες, ἐν ᾧ
καὶ ὁ βλαστὸς ἀφ᾽ οὗ ὁ καυλός· ἀφίησι δὲ καὶ
εἰς βάθος τὸν αὐτὸν τρόπον ῥίζας, δι᾽ ὃ καὶ πάντων
μάλιστα δυσώλεθρον καὶ ἔργον ἐξελεῖν.
_Σχεδὸν δὲ παραπλησίως φύεται ἡ ἄγρωστις ἐκ
τῶν γονάτων· αἱ γὰρ ῥίζαι γονατώδεις, ἐξ ἑκά-
στου δ᾽ ἀφίησιν ἄνω βλαστὸν καὶ κάτωθεν
ῥίζαν. ὡσαύτως δὲ καὶ ἡ ἄκανθα ἡ ἀκανώδης,
ἀλλ᾽ οὐ καλαμώδης οὐδὲ γονατώδης ἡ ῥίζα ταύ-
της. ταῦτα μὲν οὖν ἐπὶ πλεῖον διὰ τὴν ὁμοιότητα
εἴρηται._
Φύεται δ᾽ ἐν ἀμφοῖν καὶ ἐν τῇ γῇ καὶ ἐν
τῷ ὕδατι ἰτέα κάλαμος, πλὴν τοῦ αὐλητικοῦ,
κύπειρον τύφη φλεὼς βούτομος· ἐν δὲ τῷ ὕδατι
μόνον σίδη. περὶ γὰρ τῆς τύφης ἀμφισβητοῦσι.
καλλίω δὲ καὶ μείζω τῶν ἐν ἀμφοῖν φυομένων
αἰεὶ τὰ ἐν τῷ ὕδατι γίνεσθαί φασι. φύεσθαι δ᾽
ἔνια τούτων καὶ ἐπὶ τῶν πλοάδων, οἷον τὸ κύ-
πειρον καὶ τὸ βούτομον καὶ τὸν φλεών, ὥστε πάντα
τὰ μέρη ταῦτα κατέχειν.
Ἐδώδιμα δ᾽ ἐστὶ τῶν ἐν τῇ λίμνῃ τάδε· ἡ μὲν
σίδη καὶ αὐτὴ καὶ τὰ φύλλα τοῖς προβάτοις, ὁ
δὲ βλαστὸς τοῖς ὑσίν, ὁ δὲ καρπὸς τοῖς ἀνθρώποις.
τοῦ δὲ φλεὼ καὶ τῆς τύφης καὶ τοῦ βουτόμου τὸ
πρὸς ταῖς ῥίζαις ἁπαλόν, ὃ μάλιστα ἐσθίει τὰ
παιδία. ῥίζα δ᾽ ἐδώδιμος ἡ τοῦ φλεὼ μόνη τοῖς
βοσκήμασιν. ὅταν δ᾽ αὐχμὸς ᾖ καὶ μὴ γένηται
τὸ κατὰ κεφαλὴν ὕδωρ, ἅπαντα αὐχμεῖ τὰ ἐν τῇ
λίμνῃ, μάλιστα δὲ ὁ κάλαμος, ὑπὲρ οὗ καὶ λοιπὸν
εἰπεῖν· ὑπὲρ γὰρ τῶν ἄλλων σχεδὸν εἴρηται.
Τοῦ δὴ καλάμου δύο φασὶν εἶναι γένη, τόν
τε αὐλητικὸν καὶ τὸν ἕτερον· ἓν γὰρ εἶναι τὸ
γένος τοῦ ἑτέρου, διαφέρειν δὲ ἀλλήλων ἰσχύϊ
_καὶ παχύτητ_ι καὶ λεπτότητι καὶ ἀσθενείᾳ·
καλοῦσι δὲ τὸν μὲν ἰσχυρὸν καὶ παχὺν χαρακίαν
τὸν δ᾽ ἕτερον πλόκιμον· καὶ φύεσθαι τὸν μὲν
πλόκιμον ἐπὶ τῶν πλοάδων τὸν δὲ χαρακίαν ἐπὶ
τοῖς κώμυσι· κώμυθας δὲ καλοῦσι οὗ ἂν ᾖ συν-
ηθροισμένος κάλαμος καὶ συμπεπλεγμένος ταῖς
ῥίζαις· τοῦτο δὲ γίνεται καθ᾽ οὓς ἂν τόπους
τῆς λίμνης εὔγειον ᾖ χωρίον· γίνεσθαι δέ ποτε
τὸν χαρακίαν καὶ οὗ ὁ αὐλητικός, μακρότερον
μὲν τοῦ ἄλλου χαρακίου σκωληκόβρωτον δέ.
τούτου μὲν οὖν ταύτας λέγουσι τὰς διαφοράς.
Περὶ δὲ τοῦ αὐλητικοῦ τὸ μὲν φύεσθαι δι᾽ ἐν-
νεατηρίδος, ὥσπερ τινές φασι, καὶ ταύτην εἶναι
τὴν τάξιν οὐκ ἀληθές, ἀλλὰ τὸ μὲν ὅλον αὐξη-
θείσης γίνεται τῆς λίμνης· ὅτι δὲ τοῦτ᾽ ἐδόκει
συμβαίνειν ἐν τοῖς πρότερον χρόνοις μάλιστα δι᾽
ἐννεατηρίδος, καὶ τὴν γένεσιν τοῦ καλάμου ταύ-
την ἐποίουν τὸ συμβεβηκὸς ὡς τάξιν λαμβάνον-
τες. γίνεται δὲ ὅταν ἐπομβρίας γενομένης ἐμμένῃ
τὸ ὕδωρ δύ᾽ ἔτη τοὐλάχιστον, ἂν δὲ πλείω καὶ
καλλίων· τούτου δὲ μάλιστα μνημονεύουσι γεγον-
ότος τῶν ὕστερον χρόνων ὅτε συνέβη τὰ περὶ
Χαιρώνειαν· πρὸ τούτων γὰρ ἔφασαν ἔτη πλείω
βαθυνθῆναι τὴν λίμνην· μετὰ δὲ ταῦτα ὕστερον,
ὡς ὁ λοιμὸς ἐγένετο σφοδρός, πλησθῆναι μὲν
αὐτήν, οὐ μείναντος δὲ τοῦ ὕδατος ἀλλ᾽ ἐκλιπόν-
τος χειμῶνος οὐ γενέσθαι τὸν κάλαμον· φασὶ γὰρ
καὶ δοκεῖ βαθυνομένης τῆς λίμνης αὐξάνεσθαι
τὸν κάλαμον εἰς μῆκος, μείναντα δὲ τὸν ἐπιόντα
ἐνιαυτὸν ἁδρύνεσθαι· καὶ γίνεσθαι τὸν μὲν ἁδρυ-
θέντα ζευγίτην, ᾧ δ᾽ ἂν μὴ συμπαραμείνῃ τὸ
ὕδωρ βομβυκίαν. τὴν μὲν οὖν γένεσιν εἶναι
τοιαύτην.
Διαφέρειν δὲ τῶν ἄλλων καλάμων ὡς καθ᾽ ὅλου
λαβεῖν εὐτροφίᾳ τινὶ τῆς φύσεως· εὐπληθέστερον
γὰρ εἶναι καὶ εὐσαρκότερον καὶ ὅλως δὲ θῆλυν τῇ
προσόψει. καὶ γὰρ τὸ φύλλον πλατύτερον ἔχειν
καὶ λευκότερον τὴν δὲ ἀνθήλην ἐλάττω τῶν
ἄλλων, τινὰς δὲ ὅλως οὐκ ἔχειν, οὓς καὶ προς-
αγορεύουσιν εὐνουχίας· ἐξ ὧν ἄριστα μέν φασί
τινες γίνεσθαι τὰ ζεύγη, κατορθοῦν δὲ ὀλίγα
παρὰ τὴν ἐργασίαν.
Τὴν δὲ τομὴν ὡραίαν εἶναι πρὸ Ἀντιγενίδου
μέν, ἡνίκ᾽ ηὔλουν ἀπλάστως, ὑπ᾽ Ἄρκτουρον Βοη-
δρομιῶνος μηνός· τὸν γὰρ οὕτω τμηθέντα συχνοῖς
μὲν ἔτεσιν ὕστερον γίνεσθαι χρήσιμον καὶ προ-
καταυλήσεως δεῖσθαι πολλῆς, συμμύειν δὲ τὸ
στόμα τῶν γλωττῶν, ὃ πρὸς τὴν διακτηρίαν εἶναι
χρήσιμον. ἐπεὶ δὲ εἰς τὴν πλάσιν μετέβησαν, καὶ
ἡ τομὴ μετεκινήθη· τέμνουσι γὰρ δὴ νῦν τοῦ
Σκιρροφοριῶνος καὶ Ἑκατομβαιῶνος ὥσπερ πρὸ
τροπῶν μικρὸν ἢ ὑπὸ τροπάς. γίνεσθαι δέ φασι
τρίενόν τε χρήσιμον καὶ καταυλήσεως βραχείας
δεῖσθαι καὶ κατασπάσματα τὰς γλώττας ἴσχειν·
τοῦτο δὲ ἀναγκαῖον τοῖς μετὰ πλάσματος αὐ-
λοῦσι. τοῦ μὲν οὖν ζευγίτου ταύτας εἶναι τὰς
ὥρας τῆς τομῆς.
Ἡ δ᾽ ἐργασία γίνεται τοῦτον τὸν τρόπον· ὅταν
συλλέξωσι τιθέασιν ὑπαίθριον τοῦ χειμῶνος ἐν
τῷ λέμματι· τοῦ δ᾽ ἦρος περικαθάραντες καὶ
ἐκτρίψαντες εἰς τὸν ἥλιον ἔθεσαν. τοῦ θέρους δὲ
μετὰ ταῦτα συντεμόντες εἰς τὰ μεσογονάτια πάλιν
ὑπαίθριον τιθέασι χρόνον τινά. προσλείπουσι
δὲ τῷ μεσογονατίῳ τὸ πρὸς τοὺς βλαστοὺς γόνυ·
τὰ δὲ μήκη τὰ τούτων οὐ γίνεται διπαλαίστων
ἐλάττω. βέλτιστα μὲν οὖν εἶναι τῶν μεσογονα-
τίων πρὸς τὴν ζευγοποιΐαν ὅλου τοῦ καλάμου τὰ
μέσα· μαλακώτατα δὲ ἴσχειν ζεύγη τὰ πρὸς τοὺς
βλαστούς, σκληρότατα δὲ τὰ πρὸς τῇ ῥίζῃ· συμ-
φωνεῖν δὲ τὰς γλώττας τὰς ἐκ τοῦ αὐτοῦ μεσογο-
νατίου, τὰς δὲ ἄλλας οὐ συμφωνεῖν· καὶ τὴν μὲν
πρὸς τῇ ῥίζῃ ἀριστερὰν εἶναι, τὴν δὲ πρὸς τοὺς
βλαστοὺς δεξιάν. τμηθέντος δὲ δίχα τοῦ μεσο-
γονατίου τὸ στόμα τῆς γλώττης ἑκατέρας γίνε-
σθαι κατὰ τὴν τοῦ καλάμου τομήν· ἐὰν δὲ ἄλλον
τρόπον ἐργασθῶσιν αἱ γλῶτται, ταύτας οὐ πάνυ
συμφωνεῖν· ἡ μὲν οὖν ἐργασία τοιαύτη.
Φύεται δὲ πλεῖστος μὲν μεταξὺ τοῦ Κηφισοῦ
καὶ τοῦ Μέλανος· οὗτος δὲ ὁ τόπος προσαγο-
ρεύεται μὲν Πελεκανία· τούτου δ᾽ ἔστιν ἄττα
Χύτροι καλούμενοι βαθύσματα τῆς λίμνης, ἐν οἷς
κάλλιστόν φασι γίνεσθαι· _γίνεσθα_ι δὲ καὶ καθ᾽
ὃ ἡ Προβατία καλουμένη καταφέρεται· τοῦτο δ᾽
ἐστὶ ποταμὸς ῥέων ἐκ Λεβαδείας. κάλλιστος δὲ
δοκεῖ πάντων γίνεσθαι περὶ τὴν Ὀξεῖαν καλου-
μένην Καμπήν· ὁ δὲ τόπος οὗτός ἐστιν ἐμβολὴ
τοῦ Κηφισοῦ. γειτνιᾷ δ᾽ αὐτῷ πεδίον εὔγειον, ὃ
προσαγορεύουσι Ἱππίαν. πρόσβορρος δὲ τόπος
ἄλλος τῆς Ὀξείας Καμπῆς ἐστιν, ὃν καλοῦσι
Βοηδρίαν· φύεσθαι δέ φασι καὶ κατὰ ταύτην
εὐγενῆ τὸν κάλαμον. τὸ δὲ ὅλον, οὗ ἂν ᾖ βαθύ-
γειον καὶ εὔγειον χωρίον καὶ ἰλυῶδες καὶ ὁ
Κηφισὸς ἀναμίσγεται καὶ πρὸς τούτοις βάθυσμα
τῆς λίμνης, κάλλιστον γίνεσθαι κάλαμον. περὶ
γὰρ τὴν Ὀξεῖαν Καμπὴν καὶ τὴν Βοηδρίαν πάντα
ταῦτα ὑπάρχειν. ὅτι δὲ ὁ Κηφισὸς μεγάλην ἔχει
ῥοπὴν εἰς τὸ ποιεῖν καλὸν τὸν κάλαμον σημεῖον
ἔχουσι· καθ᾽ ὃν γὰρ τόπον ὁ Μέλας καλούμενος
ἐμβάλλει βαθείας οὔσης τῆς λίμνης καὶ τοῦ
ἐδάφους εὐγείου καὶ ἰλυώδους, ἢ ὅλως μὴ γίνεσθαι
ἢ φαῦλον. ἡ μὲν οὖν γένεσις καὶ φύσις τοῦ
αὐλητικοῦ καὶ ἡ κατεργασία καὶ τίνας ἔχει δια-
φορὰς πρὸς τοὺς ἄλλους ἱκανῶς εἰρήσθω.
Γένη δὲ οὐ ταῦτα μόνον ἀλλὰ πλείω τοῦ καλά-
μου τυγχάνει φανερὰς ἔχοντα τῇ αἰσθήσει δια-
φοράς· ὁ μὲν γὰρ πυκνὸς καὶ τῇ σαρκὶ καὶ τοῖς
γόνασιν, ὁ δὲ μανὸς καὶ ὀλιγογόνατος· καὶ ὁ μὲν
κοῖλος, ὃν καλοῦσί τινες συριγγίαν, οὐδὲν γὰρ ὡς
εἰπεῖν ἔχει ξύλου καὶ σαρκός· ὁ δὲ στερεὸς καὶ
συμπλήρης μικροῦ. καὶ ὁ μὲν βραχύς, ὁ δὲ
εὐαυξὴς καὶ ὑψηλὸς καὶ παχύς. ὁ δὲ λεπτὸς καὶ
πολύφυλλος, ὁ δὲ ὀλιγόφυλλος καὶ μονόφυλλος.
ὅλως δὲ πολλαί τινές εἰσι διαφοραὶ κατὰ τὰς
χρείας· ἕκαστος γὰρ πρὸς ἕκαστα χρήσιμος.
Ὀνόμασι δὲ ἄλλοι ἄλλοις προσαγορεύουσι·
κοινότατον δέ πως ὁ δόναξ, ὃν καὶ λοχμωδέστατόν
γέ φασιν εἶναι καὶ μάλιστα φύεσθαι παρὰ τοὺς
ποταμοὺς καὶ τὰς λίμνας. διαφέρειν δ᾽ ὅμως
παντὸς καλάμου πολὺ τόν τε ἐν τῷ ξηρῷ καὶ τὸν
ἐν τοῖς ὕδασι φυόμενον. ἴδιος δὲ καὶ ὁ τοξικός, ὃν
δὴ Κρητικόν τινες καλοῦσιν· ὀλιγογόνατος μὲν
σαρκωδέστερος δὲ πάντων καὶ μάλιστα κάμψιν
δεχόμενος, καὶ ὅλως ἄγεσθαι δυνάμενος ὡς ἂν
θέλῃ τις θερμαινόμενος.
Ἔχουσι δέ, ὥσπερ ἐλέχθη, καὶ κατὰ τὰ φύλλα
μεγάλας διαφορὰς οὐ πλήθει καὶ μεγέθει μόνον
ἀλλὰ καὶ χροιᾷ. ποικίλος γὰρ ὁ Λακωνικὸς
καλούμενος. ἔτι δὲ τῇ θέσει καὶ προσφύσει·
κάτωθεν γὰρ ἔνιοι πλεῖστα φέρουσι τῶν φύλλων,
αὐτὸς δὲ ὥσπερ ἐκ θάμνου πέφυκε. σχεδὸν δέ
τινές φασι καὶ τῶν λιμναίων ταύτην εἶναι τὴν
διαφοράν, τὸ πολύφυλλον καὶ παρόμοιον ἔχειν
τρόπον τινὰ τὸ φύλλον τῷ τοῦ κυπείρου καὶ
φλεὼ καὶ θρύου καὶ βουτόμου· σκέψασθαι δὲ
δεῖ τοῦτο.
Γένος δέ τι καλάμου φύεται καὶ ἐπίγειον, ὃ οὐκ
εἰς ὀρθὸν ἀλλ᾽ ἐπὶ γῆς ἀφίησι τὸν καυλόν, ὥσπερ
ἡ ἄγρωστις, καὶ οὕτως ποιεῖται τὴν αὔξησιν.
ἔστι δὲ ὁ μὲν ἄρρην στερεός, καλεῖται δὲ ὑπό
τινων εἰλετίας __.
Ὁ δὲ Ἰνδικὸς ἐν μεγίστῃ διαφορᾷ καὶ ὥσπερ
ἕτερον ὅλως τὸ γένος· ἔστι δὲ ὁ μὲν ἄρρην στερεός,
ὁ δὲ θῆλυς κοῖλος· διαιροῦσι γὰρ καὶ τοῦτον τῷ
ἄρρενι καὶ θήλει. φύονται δ᾽ ἐξ ἑνὸς πυθμένος
πολλοὶ καὶ οὐ λοχμώδεις· τὸ δὲ φύλλον οὐ μακ-
ρὸν ἀλλ᾽ ὅμοιον τῇ ἰτέᾳ· τῷ δὲ μεγέθει μεγάλοι
καὶ εὐπαγεῖς, ὥστε ἀκοντίοις χρῆσθαι. φύονται
δὲ οὗτοι περὶ τὸν Ἀκεσίνην ποταμόν. ἅπας δὲ
κάλαμος εὔζωος καὶ τεμνόμενος καὶ ἐπικαιόμενος
καλλίων βλαστάνει· ἔτι δὲ παχύρριζος καὶ πο-
λύρριζος, δι᾽ ὃ καὶ δυσώλεθρος. ἡ δὲ ῥίζα γονα-
τώδης, ὥσπερ ἡ τῆς ἀγρωστίδος, πλὴν οὐ παντὸς
ὁμοίως. ἀλλὰ περὶ μὲν καλάμων ἱκανῶς εἰρήσθω.
Κατάλοιπον δὲ εἰπεῖν ὡσὰν ἐκ τοῦ γένους
τούτου περὶ σχοίνου· καὶ γὰρ καὶ τοῦτο τῶν
ἐνύδρων θετέον. ἔστι δὲ αὐτοῦ τρία εἴδη, καθάπερ
τινὲς διαιροῦσιν, ὅ τε ὀξὺς καὶ ἄκαρπος, ὃν δὴ
καλοῦσιν ἄρρενα, καὶ ὁ κάρπιμος, ὃν μελαγκρανὶν
καλοῦμεν διὰ τὸ μέλανα τὸν καρπὸν ἔχειν, παχύ-
τερος δὲ οὗτος καὶ σαρκωδέστερος· καὶ τρίτος τῷ
μεγέθει καὶ τῇ παχύτητι καὶ εὐσαρκίᾳ διαφέρων
ὁ καλούμενος ὁλόσχοινος.
Ἡ μὲν οὖν μελαγκρανὶς αὐτός τις καθ᾽ αὑτόν· ὁ
δ᾽ ὀξὺς καὶ ὁλόσχοινος ἐκ τοῦ αὐτοῦ φύονται· ὃ
καὶ ἄτοπον φαίνεται, καὶ θαυμαστόν γ᾽ ἦν ἰδεῖν
ὅλης κομισθείσης τῆς σχοινιᾶς· οἱ πολλοὶ γὰρ
ἦσαν ἄκαρποι πεφυκότες ἐκ τοῦ αὐτοῦ, κάρπιμοι
δὲ ὀλίγοι. τοῦτο μὲν οὖν ἐπισκεπτέον. ἐλάτ-
τους δὲ ὅλως οἱ κάρπιμοι· πρὸς γὰρ τὰ πλέγματα
χρησιμώτερος ὁ ὁλόσχοινος διὰ τὸ σαρκῶδες καὶ
μαλακόν. κορυνᾷ δ᾽ ὅλως ὁ κάρπιμος ἐξ αὐτοῦ
τοῦ γραμμώδους ἐξοιδήσας, κἄπειτα ἐκτίκτει
καθάπερ ὠά. πρὸς μιᾷ γὰρ ἀρχῇ γραμμώδει
ἔχει τοὺς περισταχυώδεις μίσχους, ἐφ᾽ ὧν ἄκρων
παραπλαγίους τὰς τῶν ἀγγείων ἔχει στρογγυλό-
τητας ὑποχασκούσας· ἐν τούτοις δὲ τὸ σπερμά-
τιον ἀκιδῶδές ἐστι μέλαν ἑκάστῳ προσεμφερὲς
τῷ τοῦ ἀστερίσκου πλὴν ἀμενηνότερον. ῥίζαν δὲ
ἔχει μακρὰν καὶ παχυτέραν πολὺ τοῦ σχοίνου·
αὕτη δ᾽ αὐαίνεται καθ᾽ ἕκαστον ἐνιαυτόν, εἶθ᾽
ἑτέρα πάλιν ἀπὸ τῆς κεφαλῆς τοῦ σχοίνου καθίε-
ται· τοῦτο δὲ καὶ ἐν τῇ ὄψει φανερὸν ἰδεῖν τὰς
μὲν αὔας τὰς δὲ χλωρὰς καθιεμένας· ἡ δὲ κεφαλὴ
ὁμοία τῇ τῶν κρομύων καὶ τῇ τῶν γητείων, συμ-
πεφυκυῖά πως ἐκ πλειόνων εἰς ταὐτὸ καὶ πλατεῖα
κάτωθεν ἔχουσα κελύφη ὑπέρυθρα. συμβαίνει δ᾽
οὖν ἴδιον ἐπὶ τῶν ῥιζῶν εἰ αὐαίνονται κατ᾽ ἐνιαυτὸν
καὶ ἐκ τοῦ ἄνωθεν πάλιν ἡ γένεσις. τῶν μὲν
οὖν σχοίνων τοιαύτη τις φύσις.
Εἰ δὲ καὶ ὁ βάτος καὶ ὁ παλίουρος ἔνυδρά πώς
ἐστιν ἢ πάρυδρα, καθάπερ ἐνιαχοῦ, φανεραὶ σχε-
δὸν καὶ αἱ τούτων διαφοραί· περὶ ἀμφοῖν γὰρ
εἴρηται πρότερον.
Τῶν δὲ νήσων τῶν πλοάδων τῶν ἐν Ὀρχομενῷ
τὰ μὲν μεγέθη παντοδαπὰ τυγχάνει, τὰ δὲ μέ-
γιστα αὐτῶν ἐστιν ὅσον τριῶν σταδίων τὴν περί-
μετρον. ἐν Αἰγύπτῳ δὲ μάλιστα μεγάλα σφόδρα
συνίσταται, ὥστε καὶ ὗς ἐν αὐταῖς ἐγγίνεσθαι
πολλούς, οὓς καὶ κυνηγετοῦσι διαβαίνοντες. καὶ
περὶ μὲν ἐνύδρων ταῦτ᾽ εἰρήσθω.
 
['' Αριστόξενος ήταν ο πρώτος που υποστήριζε ότι οι ήχοι δεν έχουν πλάτος · στα Αρμ. Στοιχ. (Ι, 3, 21-25 Mb) γράφει ότι πρέπει να αποφεύγουν το σφάλμα του Λάσου και μερικών της Σχολής του Επιγόνου , που πίστευαν πως ο ήχος έχει πλάτος ("αναγκαίον τον βουλόμενον μη πάσχειν όπερ Λάσος τε και των Επιγονείων τινές έπαθον, πλάτος αυτόν [τον φθόγγον] οιηθέντες έχειν").']

Αριστόξενος
Αρμονικά στοιχεία
Αρμ. Στοιχ., Ι, 3, 21-25 Mb

ἀναγκαῖον δὲ τὸν
βουλόμενον μὴ πάσχειν ὅπερ Λάσος τε καὶ τῶν Ἐπιγονείων
τινὲς ἔπαθον, πλάτος αὐτὸν οἰηθέντες ἔχειν, εἰπεῖν περὶ
αὐτοῦ μικρὸν ἀκριβέστερον.
 
[''Κλεονείδης (Εισ. Mb 2, C.v.J. 180, 1): "τόνος δε εστι τόπος τις της φωνής δεκτικός συστήματος, απλατής" (τόνος είναι ένας τόπος (θέση) της φωνής κατάλληλος να δεχτεί ένα σύστημα · [κι είναι] χωρίς πλάτος).]''


Κλεονείδης Εισ. Mb 2, C.v.J. 180, 1

http://www.archive.org/stream/musiciscriptore00jangoog#page/n280/mode/1up
 

Attachments

  • musiciscriptore00jangoog_0281.jpg
    105.7 KB · Views: 3
[''Ο Αριστείδης (I, Mb 16, R.P.W.- I. 13) λέει ότι απλά είναι εκείνα που είναι συνθεμένα σε έναν τρόπο ("καθ' ένα τρόπον έκκειται") και μη απλά τα συνθεμένα σε περισσότερους τρόπους ("τα δε ουχ απλά, ά κατά πλειόνων τρόπων την πλοκήν γίνεται").'']

Αριστείδης
Περί μουσικής
I, Mb 16, R.P.W.- I. 13

Σύστημα δέ ἐστι τὸ ὑπὸ πλειόνων ἢ δυεῖν διαστη-
μάτων περιεχόμενον. τῶν δὲ συστημάτων διαφοραὶ αἱ μὲν
ὅμοιαι ταῖς ἐπὶ τῶν διαστημάτων εἰρημέναις, αἱ δὲ πλείους,
ὡς αἵδε· τὰ μὲν αὐτῶν ἐστι συνεχῆ, ὡς τὰ διὰ τῶν ἑξῆς
φθόγγων, τὰ δ᾽ ὑπερβατά, ὡς τὰ διὰ τῶν μὴ ἐφεξῆς
μελῳδούμενα· καὶ τὰ μὲν ἁπλᾶ, __ἃ καθ᾽ ἕνα τρόπον
ἔκκειται, τὰ δὲ οὐχ ἁπλᾶ, ἃ κατὰ πλειόνων τρόπων πλο-
κὴν γίνεται·
 
[''Ο Αριστόξενος είχε πολύ πρωτύτερα κάνει τη διάκριση ανάμεσα στα απλά, τα διπλά και πολλαπλά συστήματα. Αρμ. I, Mb 17, 32: "την τ' εις απλούν και διπλούν και πολλαπλούν διαίρεσιν"]

Αριστόξενος
Αρμονικά στοιχεία

Αρμ. I, Mb 17, 32

τὸ σύστημα γὰρ ἀπό τινος
μεγέθους ἀρξάμενον ἢ συνημμένον ἢ διεζευγμένον ἢ μικτὸν
ἐξ ἀμφοτέρων - καὶ δείκνυται τοῦτο γιγνόμενον ἐν ἐνίοις - ·
ἔπειτα τήν τ᾽ εἰς ὑπερβατὸν καὶ συνεχὲς μερίζουσαν, πᾶν
γὰρ σύστημα ἤτοι συνεχὲς ἢ ὑπερβατόν ἐστι· τήν τ᾽ εἰς
ἁπλοῦν καὶ διπλοῦν καὶ πολλαπλοῦν διαίρεσιν, πᾶν γὰρ
τὸ λαμβανόμενον σύστημα ἤτοι ἁπλοῦν ἢ διπλοῦν ἢ πολ-
λαπλοῦν ἐστίν. τί δ᾽ ἐστὶ τούτων ἕκαστον ἐν τοῖς ἔπειτα
δειχθήσεται.
 
Back
Top