π. Μάξιμος
Γενικός Συντονιστής
Ὄντως, ὅπως ὀρθῶς σημειώνει ὁ π. Κων/νος Παπαγιάννης στό ΣΤ (σελ. 236) ἡ ἀκολουθία τοῦ μεγάλου τούτου πατρός, ὡς μή ὤφελεν, ἐν τῷ Μηναίῳ εἶναι ἐλλιπεστάτη. Ἔχει ὅμως 6 στιχηρά στά ἑσπέρια, τά ὁποῖα σαφῶς σέ καθημερινή μετά Παρακλητικῆς δέν δύνανται νά ψαλοῦν καί τά 6, ἀλλά μόνον τά 3 (προτείνει τά 3 δεύτερα) ἑπόμενα τριῶν τῆς Παρακλητικῆς. Ἔχει δύο κανόνες τοῦ ἁγίου καί ἐξαποστειλάριον. Τά νέα μικρά Μηναῖα τῆς Ἀ.Δ. ἔχουν καί ἰδιαίτερον ἀπολυτίκιον.
Σύμφωνα μέ τίς παρατηρήσεις καί ὑποδείξεις τοῦ πολυσεβάστου μας πατρός Κωνσταντίνου καί ἡμεῖς σήμερον (Σάββατον 6/12/2008) στόν ἑσπερινόν ἐψάλαμεν 6 ἀναστάσιμα καί τά τρία δεύτερα (Ὅσιε Πάτερ) τοῦ ἁγίου εἰς 4.
Στά ἀπόστιχα
Στά ἀπολυτίκια
Αὔριον (Κυριακή 7/12/2008), στά καθίσματα τῆς α΄ στιχολογίας
Στά ἐξαποστειλάρια
Καί εἰς τούς αἴνους
Ἡγεμονίας τὸν θρόνον, κατακοσμῶν ἀρεταῖς, ἐξ ἐπιπνοίας θείας, τὸν τῆς ἱεραρχίας, προσφόρως ἐκομίσω· ὅθεν πιστός, οἰκονόμος τῆς χάριτος, ἐν ἀμφοτέροις, Ἀμβρόσιε γεγονώς, διπλοῦν στέφανον κεκλήρωσαι.
6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἐν ἐγκρατείᾳ καὶ πόνοις, καὶ ἀγρυπνίαις πολλαῖς, καὶ προσευχαῖς συντόνοις, τὴν ψυχὴν καὶ τὸ σῶμα, ἐκάθηρας θεόφρον, σκεῦος λοιπόν, ἐκλογῆς τῷ Θεῷ ἡμῶν, τοῖς Ἀποστόλοις ὡσαύτως ἀναδειχθείς, ὑπεδέξω τὰ χαρίσματα.
8. Οἱ ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Τὸν εὐσεβῆ Βασιλέα, ἡμαρτηκότα ποτέ, ὡς τὸν Δαυΐδ ὁ Νάθαν, παρρησίᾳ ἐλέγξας, Ἀμβρόσιε παμμάκαρ, τοῦτον σαφῶς, ἀφορισμῷ καθυπέβαλες, καὶ μετανοίᾳ παιδεύσας θεοπρεπῶς, συνηρίθμησας τῇ Ποίμνῃ σου.
Υ.Γ. Ὁ π. Κ. Π. παραθέτει καθίσματα, κοντάκιον, στιχηρά προσόμοια καί δοξαστικό αἴνων ποιηθέντα (ὅπως γράφει) ὑπό τοῦ μακαριστοῦ μοναχοῦ Γερασίμου Μικραγιαννανίτου, ὑμνογράφου τῆς τοῦ Χριστοῦ μεγάλης Ἐκκλησίας.
Σύμφωνα μέ τίς παρατηρήσεις καί ὑποδείξεις τοῦ πολυσεβάστου μας πατρός Κωνσταντίνου καί ἡμεῖς σήμερον (Σάββατον 6/12/2008) στόν ἑσπερινόν ἐψάλαμεν 6 ἀναστάσιμα καί τά τρία δεύτερα (Ὅσιε Πάτερ) τοῦ ἁγίου εἰς 4.
Δόξα. Ἦχος πλ. β΄.
Ὅσιε τρισμάκαρ, ἁγιώτατε Πάτερ, ὁ ποιμὴν ὁ καλός, καὶ τοῦ Ἀρχιποίμενος Χριστοῦ μαθητής, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, αὐτὸς καὶ νῦν πανεύφημε, Ἱεράρχα Ἀμβρόσιε, αἴτησαι πρεσβείαις σου, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.Στά ἀπόστιχα
Δόξα. Ἦχος πλ. β΄.
Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου, ὅσιε πάτερ, καὶ γέγονας ποιμὴν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι.Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρώην κατάρας τὸν Ἀδὰμ ἠλευθέρωσε· διὸ σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε, καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ χαῖρε τοῦ ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.Στά ἀπολυτίκια
Δόξα. Τοῦ Ἱεράρχου. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ὡς θεῖος διδάσκαλος καὶ ἱεράρχης σοφός, δογμάτων ἀκρίβειαν μυσταγωγεῖς τοὺς πιστούς, Ἀμβρόσιε ὅσιε· λύεις αἱρετιζόντων τὴν ἀχλὺν τοῖς σοῖς λόγοις· φαίνεις τῆς εὐσεβείας τὴν θεόσδοτον χάριν· ἐν ᾗ τούς σὲ γεραίροντας συντήρει ἀπήμονας.Καὶ νῦν. Θεοτοκίον ὁμόηχον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον μυστήριον, διά σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.Αὔριον (Κυριακή 7/12/2008), στά καθίσματα τῆς α΄ στιχολογίας
Καὶ νῦν... Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.Στά ἐξαποστειλάρια
Τοῦ Ἱεράρχου, ὅμοιον.
Ὀρθοδοξίας πρόμαχος, βάσις τῆς Ἐκκλησίας, Ἀρχιερέων ἔρεισμα, καὶ σοφὸς Ποιμενάρχης, Ἀμβρόσιε ἀνεδείχθης, πρὸς νομὰς εὐσεβείας, καθοδηγῶν τὸ ποίμνιον, ἀτιθάσους ὡς θῆρας ἀποσοβῶν, κακοδόξων φάλαγγας Θεοφάντορ, τρανῶν τὸ ὁμοούσιον, τῆς ἁγίας Τριάδος. Θεοτοκίον, ὅμοιον
Θαῦμα φρικτὸν Πανάμωμε! ὅτι τὸν πρὸ αἰώνων, ἐκ τοῦ Πατρὸς ἐκλάμψαντα, ὁμοούσιον Λόγον, γεγέννηκας ἀπορρήτως· ὅθεν σε Θεοτόκον, ὁμολογοῦμεν Δέσποινα, ἀληθῶς καὶ κυρίως, ὡς ἀληθῆ, τοῦ Θεοῦ μητέρα· ὃν ἐκδυσώπει, αὐτὸν Θεομακάριστε, ὑπὲρ γένους ἀνθρώπων.Καί εἰς τούς αἴνους
Τοῦ Ἱεράρχου. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.Ἡγεμονίας τὸν θρόνον, κατακοσμῶν ἀρεταῖς, ἐξ ἐπιπνοίας θείας, τὸν τῆς ἱεραρχίας, προσφόρως ἐκομίσω· ὅθεν πιστός, οἰκονόμος τῆς χάριτος, ἐν ἀμφοτέροις, Ἀμβρόσιε γεγονώς, διπλοῦν στέφανον κεκλήρωσαι.
6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Τὸ αὐτό.
7. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.Ἐν ἐγκρατείᾳ καὶ πόνοις, καὶ ἀγρυπνίαις πολλαῖς, καὶ προσευχαῖς συντόνοις, τὴν ψυχὴν καὶ τὸ σῶμα, ἐκάθηρας θεόφρον, σκεῦος λοιπόν, ἐκλογῆς τῷ Θεῷ ἡμῶν, τοῖς Ἀποστόλοις ὡσαύτως ἀναδειχθείς, ὑπεδέξω τὰ χαρίσματα.
8. Οἱ ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Τὸν εὐσεβῆ Βασιλέα, ἡμαρτηκότα ποτέ, ὡς τὸν Δαυΐδ ὁ Νάθαν, παρρησίᾳ ἐλέγξας, Ἀμβρόσιε παμμάκαρ, τοῦτον σαφῶς, ἀφορισμῷ καθυπέβαλες, καὶ μετανοίᾳ παιδεύσας θεοπρεπῶς, συνηρίθμησας τῇ Ποίμνῃ σου.
Υ.Γ. Ὁ π. Κ. Π. παραθέτει καθίσματα, κοντάκιον, στιχηρά προσόμοια καί δοξαστικό αἴνων ποιηθέντα (ὅπως γράφει) ὑπό τοῦ μακαριστοῦ μοναχοῦ Γερασίμου Μικραγιαννανίτου, ὑμνογράφου τῆς τοῦ Χριστοῦ μεγάλης Ἐκκλησίας.
Last edited: