Ἀποδοχὴ τῆς «Ἐνώσεως» ἀπὸ τὸν Κωνσταντίνο ΙΑ΄ καὶ ἡ ὀρθόδοξη στάση τοῦ μετέπειτα πατριάρχη Γενναδίου τοῦ Σχολαρίου σύμφωνα μὲ τὸν Μιχαὴλ Δούκα, Istoria Turco-Bizantina (1341-1462), ἔκδ. V. Grecu [Scriptores Byzantini 1], Bucarest 1958, σ. 36:
Οἱ δὲ τῆς Πόλεως, ἔλθωμεν δὴ καὶ ἐπ᾽ αὐτὴν καὶ ἴδωμεν, τίς ἡ φροντὶς αὐτῶν καὶ ἡ μέριμνα τοῦ διασώσασθαι τὴν πόλιν ἐκ χειρὸς τοῦ Ναβουχοδονόσορος. Ὁ βασιλεὺς ἦν στείλας ἐν Ῥώμῃ προλαβών, αἰτῶν βοήθειαν καὶ ὅπως συντεθῶσιν τῇ ὁμονοίᾳ καὶ ἑνώσει τῇ γεγονυίᾳ ἐν Φλωρεντίᾳ καὶ λάβῃ τὸ μνημόσυνον ὁ πάπας ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ· καὶ ὁ πατριάρχης Γρηγόριος ἐπανελεύσεται ἐν τῷ θρόνῳ αὐτοῦ· καὶ μετεκαλεῖτό τινας ἀφικέσθαι τῶν τοῦ πάπα, ὅπως εἰρηνεύσῃ τὴν ἄσπονδον ἔχθραν τοῦ σχίσματος. Ἔστειλε δ᾽ ὁ πάπας τὸν καδδηνάλιον Πολωνίας, τόν ποτε ἀρχιεπίσκοπον Ῥωσίας Ἰσίδωρον, ἄνδρα συνετὸν καὶ σώφρονα καὶ πεπαιδευμένον ἐν δόγμασιν ὀρθοῖς, Ῥωμαῖον τὸ γένος καὶ αὐτὸν ἕνα τῆς ἐν Φλωρεντίᾳ συνόδου ὑπάρχοντα πατέρα τίμιον, ὡς ὁ λόγος φθάσας ἐδήλωσε. … Καὶ δὴ φανεῖσα ἡ ἐκδεχομένη παρ᾽ αὐτῶν ναῦς, ἐξῆλθον ἐκ τῆς Χίου καὶ πρὸς Κωνσταντινούπολιν ἔπλευσαν καταντήσαντες ἐν αὐτῇ τὸν Νοέμβριον μῆνα τοῦ, ἑξακισχιλιοστοῦ ἐνακοσιοστοῦ ἑξηκοστοῦ πρώτου ἔτους.
Καὶ ὁ βασιλεὺς δεξιῶς ἀποδεξάμενος καὶ τιμήσας, ὡς ἔπρεπεν, ἦλθον εἰς τοὺς τῆς ἑνώσεως λόγους, καὶ εὑρὼν τὸν βασιλέα εἰς τοῦτο κατανεύσαντα καὶ μερικοὺς τῶν τῆς ἐκκλησίας. Τὸ πλεῖστον οὖν μέρος τοῦ ἱερατικοῦ καὶ μοναχικοῦ τάγματος, ἡγούμενοι, ἀρχιμαδρῖται, μονάζουσαι,—τί λέγω τὸ πλεῖστον; παρεκίνησάν με γὰρ αἱ μονάστριαι εἰπεῖν καὶ γράφειν· οὐδεὶς ἐξ ἁπάντων· καὶ αὐτὸς ὁ βασιλεὺς πεπλασμένως κατένευσεν. Πλὴν ἐλθόντες οἱ φαινόμενοι κατὰ τὸ δοκοῦν τῆς ἑνώσεως ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ, ἱερεῖς τε καὶ διάκονοι τῶν τοῦ κλήρου καὶ ὁ βασιλεὺς σὺν τῇ συγκλήτῳ, ἐβούλοντο κοινῇ ὁμονοίᾳ λειτουργῆσαι Θεῷ καὶ ἀποδόσαι τὰς εὐχὰς ἀδόλῳ γνώμῃ.
Τότε τὸ σχισματικὸν μέρος ἐλθὸν ἐν τῇ μονῇ τοῦ Παντοκράτορος ἐν τῇ κέλλῃ τοῦ Γενναδίου, τοῦ ποτε Γεωργίου σχολαρίου, ἔλεγον αὐτῷ· "Καὶ ἡμεῖς τί ποιήσωμεν;"—Αὐτὸς δὲ ἐγκλεισθεὶς καὶ χάρτην λαβὼν καὶ γράψας τὴν γνώμην αὐτοῦ, διὰ τῆς γραφῆς ἐδήλου καὶ τὴν συμβουλήν. Τὰ γραφέντα οὖν ἐδήλουν οὕτως· "Ἄθλιοι Ῥωμαῖοι, εἰς τί ἐπλανήθητε καὶ ἀπεμακρύνατε ἐκ τῆς ἐλπίδος τοῦ Θεοῦ καὶ ἠλπίσατε εἰς τὴν δύναμιν τῶν Φράγγων καὶ σὺν τῇ Πόλει, ἐν ᾗ μέλλει φθαρῆναι, ἐχάσατε καὶ τὴν εὐσέβειάν σας; Ἵλεώς μοι, Κύριε· Μαρτύρομαι ἐνώπιόν σου, ὅτι ἀθῶός εἰμι τοῦ τοιούτου πταίσματος. Γινώσκετε, ἄθλιοι πολῖται, τί ποιεῖτε; Καὶ σὺν τῷ αἰχμαλωτισμῷ, ὃς μέλλει γενέσθαι εἰς ὑμᾶς, ἐχάσατε καὶ τὸ πατροπαράδοτον σέβας καὶ ὡμολογήσατε τὴν ἀσέβειαν· Οὐαὶ ὑμῖν ἐν τῷ κρίνεσθαι·"—Ταῦτα καὶ ἕτερα πλείω γράψας καὶ εἰς τὴν θύραν τοῦ κελλίου αὐτοῦ προσηλώσας, ἐκλείσθη ἔνδον καὶ ὁ χάρτης ἀνεγινώσκετο.