29. Μακαρισμοὶ Ἀποτομῆς τοῦ Προδρόμου

MTheodorakis

Παλαιό Μέλος
«Οἱ μακαρισμοί. Ἦχος δ’ πρὸς Διὰ ξύλου τὸν Ἀδάμ». Ἀκροστιχίδα Ἰωσήφ.

Ἰωάννην τὸν Χριστοῦ, βαπτιστὴν καὶ μέγιστον πρόδρομον, ὁ λαὸς ὁ ἱερός, ἱεροῖς τιμήσωμεν ᾄσμασιν, οὐράνιον ἄνθρωπον, ἐπὶ γῆς τε ἄγγελον χρηματίσαντα, Ἡρώδην ἐλέγξαντα, ἀθέμητα πράττοντα καὶ τμηθέντα αὐτοῦ, τὴν ἱερὰν κεφαλὴν ἀνομωτάτῃ σφαγῇ.

Ὡς τοῦ Λόγου σὲ φωνήν, γεγεννημένον εὔσημον πρόδρομε, ἐν φωνῇ ἀλαλαγμοῦ, συναθροισθέντες πόθῳ γεραίρομεν, ἐν ταύτῃ τῇ μνήμῃ σου, ἐν ᾗ τὸν μακάριον δρόμον ἐτέλεσας, Ἡρώδην παράνομον, ἐλέγξας παράνομα ἐργαζόμενον, ἔνδοξε κορωνὶς τῶν σεπτῶν προφητῶν.

Συμποσίου πονηροῦ, τελουμένου πάλαι ὡς γέγραπται, τοῖς τοῦ Ἡρώδου πονηροῖς, γενεθλίοις γνώμης στρεβλότητι, ὀρχήσεως ἔπαθλον, πορνικὸν ἠτήσατο μάκαρ γύναιον, τὴν ἔνδοξον κάραν σου, ἀεὶ στηλιτεύουσαν καὶ ἐλέγχουσαν, μοιχείας ἄγος δεινὸν τῆς ματαιόφρονος.

Ἡ ἱερά σου βαπτιστά, ἀποτομὴ προδήλως ἐγένετο, οἰκονομίᾳ θεϊκῇ, καὶ τοῖς ἐν ᾅδῃ γὰρ τὴν σωτήριον, ἐκήρυξας ἔλευσιν, προδραμὼν τοῦ Λόγου μακαριώτατε, ὡς ἔνθεος πρόδρομος, διὸ ἐν τῇ μνήμῃ σου ἀγαλλόμενοι, ὑμνοῦμεν σε εὐσεβῶς καὶ μακαρίζομεν.

Φιλανθρωπίᾳ ἑαυτόν, κόλπων πατρώων ὅλον ἐκένωσεν, καὶ ἐν τοῖς κόλποις σου ἁγνή, σωματωθεὶς Θεὸς ἀνεπαύσατο, ἡμῶν ἀφαιρούμενος, τὸν ἐξ ἁμαρτίας κόπον βαρύτατον, διὸ ὡς αἰτίαν σε, καλῶν χρηματίσασαν μακαρίζομεν, βοῶντες χαῖρε ἐλπὶς τῶν περάτων τῆς γῆς»

(χφ. Σινὰ 632 μηναῖο Aὐγούστου ιβ’ αἰ. φ. 162r-v, παρομοίως χφ. Σινὰ 828 μακαρισματάριο ιγ’ αἰ. φφ. 88r-89v).
 
Top