29. Μακαρισμοὶ Πέτρου καὶ Παύλου

MTheodorakis

Παλαιό Μέλος
«Οἱ μακαρισμοί. Ἦχος πλ. δ’. Μνήσθητι ἡμῶν Χριστὲ σωτήρ.


Ἔχοντες τὰ κλεῖς τῆς ἄνω βασιλείας, ἤνοιξαν ἡμῖν παράδεισον τῇ πίστει, τὴν στρεφομένην ῥομφαίαν τῆς ἀγνωσίας, οἱ μαθηταὶ Χριστοῦ συντρίψαντες.


Φίλοι τοῦ Χριστοῦ ἀπόστολοι φανέντες, σύνθρονοι αὐτοῦ, ἐσόμενοι ἐν δόξῃ, ἐν παῤῥησίᾳ ἡμᾶς αὐτῷ παραστῆναι, ὡς μαθητὰς ὑμῶν πρεσβεύσατε.


Πέτρον ἀπαρχὴν Χριστοῦ τῶν ἀποστόλων, Παῦλον τὸν σοφὸν διδάσκαλον τοῦ κόσμου, τοὺς ἀποστόλους τῆς χάριτος ἐπαξίως, δοξολογοῦντες εὐφημήσωμεν.

Τριαδικόν.

Ἄναρχον Θεὸν ὑμνῶ σε τὸν Πατέρα, ἄκτιστον Θεὸν δοξάζω τὸν Υἱόν σου, καὶ τὸ πανάγιον Πνεῦμα Θεὸν κηρύττω, ἕνα Θεὸν τὰ τρία φύσει τιμῶν.

Θεοτοκίον.

Σὲ διαπαντὸς παρθένε Θεοτόκε, πάντες οἱ πιστοὶ συμφώνως ἀνυμνοῦμεν, ὡς ἀσφαλῆ καὶ ὑπέρμαχον προστασίαν, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν»

(χφ. Σινὰ 620 μηναῖον Ἰουνίου ιβ’ αἰ. φφ. 143v-144r).
 
Last edited:
Top