18. Ακολουθία Αγίου Βαρνάβα, Σωφρονίου και Χριστοφόρου

π. Μάξιμος

Γενικός Συντονιστής
Καί ἐδῶ: http://akolouthiesorthodox.blogspot.com/2018/06/18_21.html

Ἐν Τυπογραφείᾳ Βιλγέλμου Γοττλώβ Σόμμερ. Ἐν Λειψίᾳ τῆς Σαξονίας. Ἐν ἔτει ᾳψοε'. 1775.
https://www.ascsa.edu.gr/datab/digital/akolouthies/books/0089.pdf

https://anemi.lib.uoc.gr/metadata/7/5/4/metadata-155-0000013.tkl

https://search.lib.auth.gr/Record/psifiothiki-137074

Ἡ ὀρθή ἐναλλαγή τῶν ἤχων στό ὀκτάηχο τῆς Λιτῆς:

Δόξα. Καὶ νῦν. Ἦχος α΄. Διονυσίου Χαλδίας.

Θεαρχίῳ νεύματι, ἄραντες οἱ θεοφόροι Ἀθήνῃθεν, μετὰ σπουδῆς εἰς τὴν Ἕω ἀνέδραμον.

Ἦχος πλ. α΄. Καταλαβόντες τὸ Ἀνάκτορον, σὺν Σωφρονίῳ Βαρνάβας, ἐξόχως ἠσπάζοντο.

Ἦχος β΄. Ἡ γὰρ ὑπέρτατη τῶν οὐρανῶν Κυρία, τοῖς θεοφόροις Πατράσι, συμπαρεγίγνετο,

Ἦχος πλ. β΄. Κατασκευάζουσα ἐνδιαίτημα ἄντρον θεόδμητον, τοῖς πόθῳ ἀπαίρουσι, τῶν ἐγκοσμίων εἰς οὐράνια. Καὶ ἀναβάντες ἐβόων, τοῖς ἐμφωλευούσαις χελιδόσιν, ἡμᾶς ἡ Παντάνασσα θεόπαις συμπαρέπεμψεν.

Ἦχος γ΄. Ἄρατε τοίνυν, ἵν ᾧδε βασιλικὸν οἶκον δωμήσωμεν, εἰς δόξαν καὶ αἶνον τῆς ἀφθόρου Μητρός.

Ἦχος βαρύς. Διὰ ταύτης γὰρ ἡ παγγενής, τῶν βροτῶν σωτηρία γέγονεν· ᾗ ὑπουργῆσαι ἐφιέμεθα, καὶ ταύτῃ ἄξιον οἶκον μεθαρμόσαι τὸ σπήλαιον.

Ἦχος δ΄. Τούτου γὰρ ἕνεκα παρίδομεν πᾶσαν δόξαν πρόσκαιρον.

Ἦχος πλ. δ΄. Δι’ ὅ Ἄχραντε Θεοτόκε, ᾀεὶ σὺν τῷ Βαρνάβᾳ τῷ σοφῷ, Σωφρονίῳ τε καὶ Χριστοφόρῳ, πρέσβευε διηνεκῶς περιφρουρῆσαι καὶ σῶσαι, ἀπὸ πάσης προσβολῆς ἐναντίας τὴν νεολαίαν σου, τὴν γὰρ σὴν προστασίαν κεκτήμεθα.

Ἦχος α΄. Εἰς τοὺς αἰῶνας ἀγλαοφανῶς σὲ μακαρίζοντες.
 
Top