17. Μακαρισμοὶ ἁγίου Ἀντωνίου

MTheodorakis

Παλαιό Μέλος
«Μακαρισμοί. Ἦχος δ’. Διὰ ξύλου ὁ Ἀδὰμ.

Τῆς ἐγκρατείας τοὺς καρπούς, δι’ εὐσεβείας πάτερ δρεψάμενος, καὶ κρατήρα δι’ αὐτῶν, πνευματικὸν προθεὶς τῆς ἀσκήσεως, ἐβόησας ἅπασι, δεῦτε πάντες οἶνον τῆς τελειότητος, τὸν θεῖον ἀῤῥύσασθε, καρδίας εὐφραίνοντα τὸν ἰσάγγελον, ἐχόντων ἐν οὐρανοῖς τὸ πολίτευμα.

Πεφυτευμένος ἀληθῶς, παρὰ τὰς θείας ὄντως τοῦ Πνεύματος, διεξόδους νοητῶς, τῶν ὑδάτων πάτερ Ἀντώνιε, καρποὺς ἀποδέδωκας, ἐν καιρῷ προσφόρῳ τῷ οὐρανίῳ γεωργῷ, τὸν ἄληπτον βίον σου, αὐτὸν κατευφραίνοντα τὸν γινώσκοντα, ὁδοὺς δικαίων ἁγνάς, τῶν ὑμνούντων αὐτὸν»

(χφφ. Σινὰ 598 μηναῖο Ἰανουαρίου ιβ’ αἰ. φ. 116r-v καὶ Σινὰ 831 μακαρισματάριο ιδ’ αἰ. φφ. 150v-151v).

«Οἱ μακαρισμοί. Ἦχος δ’. Διὰ ξύλου ὁ Ἀδὰμ παραδείσου.

Διαῤῥήξας τῶν παθῶν, ἐγκρατείας ῥάβδῳ τὴν θάλασσαν, ὡδοποίησας σαφῶς, τὴν τοῦ μονήρους βίου σεμνότητα, δι’ ἧς καθοδήγησας, τοὺς ἐραστὰς τῶν πόνων τῶν τῆς ἀσκήσεως, εἰς τρίβον οὐράνιον, καὶ δόξης ἀπόλαυσιν τοῦ Θεοῦ ἡμῶν, Ἀντώνιε τῆς ἐρήμου τὸ καύχημα.

Ὡς τῇ καρδίᾳ καθαρός, καὶ Θεὸν ὁρῶν ἐν τῷ πνεύματι, κατεκοσμήθης παρ’ αὐτοῦ, πνευματικοῖς χαρίσμασιν ὅσιε, διὸ καὶ τὴν πάνσεπτον, ἐκτελοῦντες μνήμην σου παμμακάριστε, πταισμάτων τὴν ἄφεσιν αἰτοῦμεν πρεσβείαις σου καὶ κραυγάζομεν, μνήσθητι καὶ ἡμῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ.

Τῆς βασιλείας τοῦ Θεοῦ, ἐπαξίως ὤφθης συμμέτοχος, ὡς τῶν δαιμόνων διωγμοὺς, ἀνδρικῶς νικήσας Ἀντώνιε, καὶ τούτων κατέβαλες, τῇ τοῦ Χριστοῦ δυνάμει τὰ μηχανήματα, διδάσκων τὰ πέρατα, τοῖς σοῖς κατορθώμασιν τοῦ βοᾷν εὐσεβῶς, μνήσθητι ἡμῶν σωτήρ, ἐν τῇ βασιλείᾳ σου.

Θεοτοκίον.

Θυμιατήριον χρυσοῦν, καὶ κιβωτὸν καὶ στάμνον καὶ τράπεζαν, τὴν ἐκ πασῶν τῶν γενεῶν, προεκλεχθεῖσαν μόνῳ τῷ κτίστῃ σου, πιστῶς εὐφημοῦμεν σε, ὅτι ἐν σοὶ ἐπράχθη τὰ ὑπὲρ ἄνθρωπον, Θεὸν γὰρ ἐκύησας, τὸν φύσει ἀχώρητον μητροπάρθενε, χαίροις οὖν ἀληθῶς θησαυρὲ τῆς ζωῆς»

(χφ. Σινὰ 595 μηναῖο Ἰανουαρίου ι’-ια’ αἰ. φφ. 48v-49r).
 
Top