08. Τέταρτο στιχηρὸ προσόμοιο τῶν αἴνων

MTheodorakis

Παλαιό Μέλος


Τέταρτο στιχηρὸ προσόμοιο τῶν αἴνων τοῦ Γενεσίου τῆς Θεοτόκου:

«Δεῦτε νῦν διπλῆν πανήγυριν, καὶ διπλαῖς ἀκτῖσιν, ἡμᾶς περιλάμπουσαν, λαμπάσι παρθενικαῖς καὶ βίου σώφρονος, τῆς Ἄννης τῆς ἐκλεκτῆς, καὶ τῆς αὐτῆς θυγατρὸς τῆς θεόπαιδος, τελέσωμεν οἱ πιστοί, μεγαλοφώνως βοῶντες καὶ λέγοντες, κεχαριτωμένη χαῖρε μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος»


(χφφ. Σινὰ 552 μηναῖο Σεπτεμβρίου ια' αἰ. ἔκδ. Τ. Θέμελη Τὰ μηναῖα ἀπὸ τοῦ ια’ μέχρι τοῦ ιγ’ αἰῶνος Ἐκκλ. Φάρος λ’ (1931) σ. 300 καὶ Ottoboniani gr. (Ῥώμη) 295 σύμμικτος κώδιξ ιστ' αἰ. φ. 12r-v).
 
Last edited:

MTheodorakis

Παλαιό Μέλος


Ἕτερον

«Ὤ τοῦ παραδόξου θαύματος, οὐρανὸς ἐπὶ γῆς ζωηφόρος τίκτεται, ἐκ μήτρας στειρωτικῆς καὶ γηραλαίου γονῆς. Εὐφραίνου Εὔα θνητή, ἐκλυτρουμένη ᾠδίνων καὶ θλίψεων. Βοήσωμεν οἱ πιστοί, Ἰωακεὶμ κεκτημένοι συνήγορον· Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ» διὰ σοῦ τὸ μέγα ἔλεος

(χφ. Vallicelliana B 22 μηναῖα ιγ' αἰ. φ. 29r).
 
Top