π. Μάξιμος
Γενικός Συντονιστής
Τριῴδιος κανών νηστείας Μεταμορφώσεως
ᾨδή α΄.
Δεῦτε συνανέλθωμεν τῷ σωτῆρι
ἐπὶ τὸ ὄρος τὸ Θαβὼρ
κἀκεῖ θεασώμεθα
τὸ κάλλος τὸ ἄφραστον
ἐκλάμπον τοῦ προσώπου αὐτοῦ.
Φυρμὸν ἢ ἀνάχυσιν οὐχ ὑπέστης
τῇ ἐξ ἡμῶν οὐσιωθεὶς
μορφῇ, ἀναλλοίωτε,
ἐν ᾗ μεταμορφούμενος
παρέδειξας τὴν δόξαν σου.
Τὴν δόξαν μὴ φέροντες τοῦ προσώπου
τοῦ ἀναλάμψαντος ὡς φῶς
πρηνεῖς κατεφέροντο
τῆς πίστεως οἱ πρόβολοι·
Θεὸν γὰρ εἶδεν ὅλως οὐδείς.
Τῷ πόθῳ ἑλκόμενος τῆς ἐν ὄρει
θεοφανείας, Ἰησοῦ,
ὁ Πέτρος ἐβόα σοι·
«ποιήσωμεν τρεῖς σκηνάς·
καλὸν γὰρ ᾧδε εἶναι ἡμᾶς.»
Ἕνα σε δοξάζομεν τῆς τριάδος,
μονογενῆ υἱὲ Θεοῦ,
κἂν σάρκα προσέλαβες,
καὶ μάρτυς ὁ καλέσας σε
υἱὸν ἀγαπητὸν ἐν Θαβώρ.
Ὡς μέθην τὴν ἔκστασιν ὑποστάντες
οἱ μαθηταὶ τοῦ Ἰησοῦ
ἐπὶ τὸ Θαβώριον,
πρηνεῖς κατεφέροντο·
Θεὸν γὰρ εἶδεν ὅλως οὐδείς.
ᾨδή γ΄.
Καταλείψαντες τὸν χοῦν,
συνεπαρθῶμεν τοῖς Χριστοῦ μαθηταῖς
καὶ ἴδωμεν τὴν δόξαν
τῆν θεαθεῖσαν ἐν τῷ ὄρει Θαβώρ.
Τῷ Χριστῷ συγκαλοῦντι
ἐπὶ τὸ ὄρος τὸ Θαβώριον,
πιστοί, συναναβάντες,
έκεῖ ὀψόμεθα τὴν δόξαν αὐτοῦ.
Οἱ τοῦ ὄντως ἐραστοῦ
ἐπιθυμοῦντες τῆς λαμπρότητος
δεῦτε προσκολληθῶμεν
τοῖς περὶ Πέτρον καὶ Ἰάκωβον.
Οἱ τὸ κάλλος ἐκεῖνο
ἰδεῖν ποθοῦντες τὸ ἀμήχανον
κτησώμεθα καρδίας,
ἐν αἷς δεξόμεθα τὴν τούτου αὐγήν.
Τὸ μὲν ὄρος τὸ Σινᾶ
καπνῷ καὶ γνόφῳ καὶ θυέλλῃ ποτέ,
τὸ ὄρος τὸ Θαβὼρ δὲ
μαρμαρυγὰς ἡμῖν ἀστράπτει φωτός.
Ἐν τῷ ὄρει τῷ Θαβὼρ
μεταμορφούμενος, Χριστὲ ὁ Θεός,
παρέδειξας τὴν δόξαν
τοῖς μαθηταῖς τῆς σῆς θεότητος.
Προσκυνοῦμέν σε, Χριστέ,
σὺν τῷ πατρί σου καὶ τῷ πνεύματι,
τριάδα ἐν μονάδι
καὶ ἐν τριάδι μονάδα, Θεόν.
Χαῖρε, νέα κιβωτὲ
τῆς διαθήκης, ἧς διέθετο
Θεὸς μετὰ ἀνθρώπων
τῇ μεσιτείᾳ σου, παρθένε ἁγνή.
ᾨδή η΄.
Τῆς θεϊκῆς σου μορφῆς
αὔραν ἐξέλαμψας
Πέτρῳ καὶ Ἰακώβῳ
καὶ Ἰωάννῃ, κύριε, ἐν ὄρει τῷ Θαβώρ,
ἧς τὴν ἀκτῖνα μηδόλως
ἐνεγκεῖν ἰσχύσαντες, εἰς γῆν κατεβαροῦντο.
Τὸν Μωυσῆν ἐν Θαβὼρ
νόμου τὸν πρόμαχον
συνεκάλεσας, Λόγε,
καὶ προφητῶν τὸ ἄνθος, τὸν Θεσβίτην Ἠλιού,
ὃν πυρὸς ἁρματηλάτην
ὡς εἰς οὐρανοὺς ἀναγαγὼν ἐξῆρας πάλαι.
Τὸ ὑπερούσιον φῶς
δεῦτε ὀψόμεθα
καθαρᾷ τῇ καρδίᾳ
μαρμαρυγὰς ἀστράπτον τοῖς θεόπταις μαθηταῖς,
ὅπως καὶ τῆς οὐρανόθεν
πατρικῆς ἀκούσωμεν φωνῆς προσμαρτυρούσης.
Ὦ φωτοφόρου αὐγλῆς,
ὦ θείας χάριτος,
ὦ ἀκτῖνος ἡλίου,
ἢν οἱ πηλώδεις εἶδον ἐξαστράπτουσαν αὐτοῖς!
τίς ἂν τὴν δόξαν ἐκείνην
ἐξειπεῖν δυνήσεται βροτῶν ἢ ἑρμηνεῦσαι;
Ὦ παναγία τριάς,
ἡ ὁμοούσιος
καὶ ὁμότιμος δόξα,
πάτερ, υἱὲ καὶ πνεῦμα, σὲ δοξάζω καὶ ὑμνῶ
ἕνα Θεὸν ἀσυγχύτως
ἐν τρισὶν ὑμνούμενον προσώποις ἀμερίστως.
Ὥσπερ ἐν τόμῳ καινῷ,
ἐν τῇ νηδύι σου
ἐγγραφείς, θεοτόκε,
ὁ σὺν πατρὶ καὶ πνεύματι ὑμνούμενος υἱὸς
ἔδειξεν ἀπαραλλάκτως
καὶ μετὰ τὴν σάρκωσιν τοῦ πατρὸς τὸν χαρακτῆρα.
Δεῦτε συνανέλθωμεν τῷ σωτῆρι
ἐπὶ τὸ ὄρος τὸ Θαβὼρ
κἀκεῖ θεασώμεθα
τὸ κάλλος τὸ ἄφραστον
ἐκλάμπον τοῦ προσώπου αὐτοῦ.
Φυρμὸν ἢ ἀνάχυσιν οὐχ ὑπέστης
τῇ ἐξ ἡμῶν οὐσιωθεὶς
μορφῇ, ἀναλλοίωτε,
ἐν ᾗ μεταμορφούμενος
παρέδειξας τὴν δόξαν σου.
Τὴν δόξαν μὴ φέροντες τοῦ προσώπου
τοῦ ἀναλάμψαντος ὡς φῶς
πρηνεῖς κατεφέροντο
τῆς πίστεως οἱ πρόβολοι·
Θεὸν γὰρ εἶδεν ὅλως οὐδείς.
Τῷ πόθῳ ἑλκόμενος τῆς ἐν ὄρει
θεοφανείας, Ἰησοῦ,
ὁ Πέτρος ἐβόα σοι·
«ποιήσωμεν τρεῖς σκηνάς·
καλὸν γὰρ ᾧδε εἶναι ἡμᾶς.»
Ἕνα σε δοξάζομεν τῆς τριάδος,
μονογενῆ υἱὲ Θεοῦ,
κἂν σάρκα προσέλαβες,
καὶ μάρτυς ὁ καλέσας σε
υἱὸν ἀγαπητὸν ἐν Θαβώρ.
Ὡς μέθην τὴν ἔκστασιν ὑποστάντες
οἱ μαθηταὶ τοῦ Ἰησοῦ
ἐπὶ τὸ Θαβώριον,
πρηνεῖς κατεφέροντο·
Θεὸν γὰρ εἶδεν ὅλως οὐδείς.
ᾨδή γ΄.
Καταλείψαντες τὸν χοῦν,
συνεπαρθῶμεν τοῖς Χριστοῦ μαθηταῖς
καὶ ἴδωμεν τὴν δόξαν
τῆν θεαθεῖσαν ἐν τῷ ὄρει Θαβώρ.
Τῷ Χριστῷ συγκαλοῦντι
ἐπὶ τὸ ὄρος τὸ Θαβώριον,
πιστοί, συναναβάντες,
έκεῖ ὀψόμεθα τὴν δόξαν αὐτοῦ.
Οἱ τοῦ ὄντως ἐραστοῦ
ἐπιθυμοῦντες τῆς λαμπρότητος
δεῦτε προσκολληθῶμεν
τοῖς περὶ Πέτρον καὶ Ἰάκωβον.
Οἱ τὸ κάλλος ἐκεῖνο
ἰδεῖν ποθοῦντες τὸ ἀμήχανον
κτησώμεθα καρδίας,
ἐν αἷς δεξόμεθα τὴν τούτου αὐγήν.
Τὸ μὲν ὄρος τὸ Σινᾶ
καπνῷ καὶ γνόφῳ καὶ θυέλλῃ ποτέ,
τὸ ὄρος τὸ Θαβὼρ δὲ
μαρμαρυγὰς ἡμῖν ἀστράπτει φωτός.
Ἐν τῷ ὄρει τῷ Θαβὼρ
μεταμορφούμενος, Χριστὲ ὁ Θεός,
παρέδειξας τὴν δόξαν
τοῖς μαθηταῖς τῆς σῆς θεότητος.
Προσκυνοῦμέν σε, Χριστέ,
σὺν τῷ πατρί σου καὶ τῷ πνεύματι,
τριάδα ἐν μονάδι
καὶ ἐν τριάδι μονάδα, Θεόν.
Χαῖρε, νέα κιβωτὲ
τῆς διαθήκης, ἧς διέθετο
Θεὸς μετὰ ἀνθρώπων
τῇ μεσιτείᾳ σου, παρθένε ἁγνή.
ᾨδή η΄.
Τῆς θεϊκῆς σου μορφῆς
αὔραν ἐξέλαμψας
Πέτρῳ καὶ Ἰακώβῳ
καὶ Ἰωάννῃ, κύριε, ἐν ὄρει τῷ Θαβώρ,
ἧς τὴν ἀκτῖνα μηδόλως
ἐνεγκεῖν ἰσχύσαντες, εἰς γῆν κατεβαροῦντο.
Τὸν Μωυσῆν ἐν Θαβὼρ
νόμου τὸν πρόμαχον
συνεκάλεσας, Λόγε,
καὶ προφητῶν τὸ ἄνθος, τὸν Θεσβίτην Ἠλιού,
ὃν πυρὸς ἁρματηλάτην
ὡς εἰς οὐρανοὺς ἀναγαγὼν ἐξῆρας πάλαι.
Τὸ ὑπερούσιον φῶς
δεῦτε ὀψόμεθα
καθαρᾷ τῇ καρδίᾳ
μαρμαρυγὰς ἀστράπτον τοῖς θεόπταις μαθηταῖς,
ὅπως καὶ τῆς οὐρανόθεν
πατρικῆς ἀκούσωμεν φωνῆς προσμαρτυρούσης.
Ὦ φωτοφόρου αὐγλῆς,
ὦ θείας χάριτος,
ὦ ἀκτῖνος ἡλίου,
ἢν οἱ πηλώδεις εἶδον ἐξαστράπτουσαν αὐτοῖς!
τίς ἂν τὴν δόξαν ἐκείνην
ἐξειπεῖν δυνήσεται βροτῶν ἢ ἑρμηνεῦσαι;
Ὦ παναγία τριάς,
ἡ ὁμοούσιος
καὶ ὁμότιμος δόξα,
πάτερ, υἱὲ καὶ πνεῦμα, σὲ δοξάζω καὶ ὑμνῶ
ἕνα Θεὸν ἀσυγχύτως
ἐν τρισὶν ὑμνούμενον προσώποις ἀμερίστως.
Ὥσπερ ἐν τόμῳ καινῷ,
ἐν τῇ νηδύι σου
ἐγγραφείς, θεοτόκε,
ὁ σὺν πατρὶ καὶ πνεύματι ὑμνούμενος υἱὸς
ἔδειξεν ἀπαραλλάκτως
καὶ μετὰ τὴν σάρκωσιν τοῦ πατρὸς τὸν χαρακτῆρα.
Ἀπό ἐδῶ.
Γνωρίζετε κάτι περισσότερο; Ποιοί φαντάζεστε πῶς εἶναι οἱ εἱρμοί;
Last edited: