Π11E. Μουσικὰ Ἑσπερινοῦ τῆς Κυριακῆς Πάσχα. Εὐαγγέλιον Ἀγάπης εἰς ὁμηρικὴν διάλεκτον

nektar

νεοαρχάριος
τὸ Νικοδημικὸν κείμενον μεταξὺ ἄλλων διαλέκτων:

ἑτέρα ἐκδοχὴ εἰς ἡρωικὸν ἑξάμετρον ὑπὸ (ψευδο)Νόννου Πανοπολίτου (ε´ αἰ.)
[(Pseudo-)Nonnus Panopolitanus - Paraphrasis sancti evangelii Joannei (Paraphrasis in Joannem), A. Scheindler (ed.), Teubner (Publ.), Leipzig, 1881, pp. 214-215]

καὶ σκιερὴν ὅτε γαῖαν ὅλην ἐμέλαινεν ὀμίχλη,
ἀκλινέες δὲ θύρετρα συνεκλήισσαν ὀχῆες,
ὁππόθι φωλεύοντες ἐναυλίζοντο μαθηταί,
ὡς πτερὸν ἠὲ νόημα μετάρσιος εἰς μέσον ἔστη
μιτρωθεὶς ἑτάροισι καὶ ἔννεπε· σύννομος ὑμῖν
εἰρήνη· καὶ ἄελπτον ἔπος βραχὺ τοῦτο βοήσας
δεῖξε πόδας καὶ χεῖρας ὁμηγερέεσσι μαθηταῖς
ἡλοτύπους πλευρήν τε νεούτατον· ὀψιφανῆ δὲ
κοίρανον ἀθρήσαντες ἐγήθεον αὖτις ἑταῖροι.
καί σφιν ἄναξ ἀγόρευε τὸ δεύτερον ὀξέι μύθῳ·
εἰρήνη πάλιν ὔμμι· καὶ ὡς τετράζυγι κόσμῳ
πέμψεν ἐμὸς γενέτης με, καὶ ὑμέας αὐτὸς ἰάλλω.
εἶπε καὶ ἀμβροσίων στομάτων φύσημα τιταίνων,
χεῖλος ἀναπτύξας βιοτήσιον, εἶπε μαθηταῖς·
ἁγνὸν πνεῦμα δέχεσθε, καὶ ὧν μερόπων ἐνὶ γαίῃ
δυςσεβίης ἀφέητε βιοπλανὲς ἄχθος ἀνάγκης,
ἀμπλακίης ἄμνηστος ἐπουρανίη λύσις ἔσται.
ὧν δὲ πάλιν κρατέοιτε βροτῶν ἀλιτήριον ἄτην,
ἔργα βίου σφαλεροῖο μένει πεπεδημένα δεσμῷ.
Θωμᾶς δ' ἐνδομύχων ἀπελείπετο μοῦνος ἑταίρων,
ἀγχιφανὴς ὅτε πᾶσι δι' ἠέρος ἦλθον Ἰησοῦς
κοίρανος ἠνεμόφοιτος ἀμάρτυρον οἶμον ἀμείβων.
καί οἱ ὀπιπευτῆρες ἐπεφθέγξαντο μαθηταί,
κοίρανον ὡς ἐνόησαν· ὁ δὲ θρασὺ χεῖλος ἀνοίξας
ἔννεπε μῦθον ἄπιστον, ἐπεὶ βραδυδινέι θυμῷ
μαρτυρίης ἄγναμπτον ἐδίζετο μείζονα πειθώ·
εἰ μὴ χεῖρας ἴδοιμι βαθυνόμενόν τε σιδήρῳ
πήξω δάκτυλον ἄκρον ἐς ὀξυτόρων τύπον ἥλων
καὶ παλάμην γλαφυροῖο κατὰ πλευροῖο πελάσσω,
οὔποτε πιστεύσοιμι.

ἔτι δὲ τὸ βιβλίον ὅλον προσέτι τὰ προηγούμενα μουσικά, μερεμετισμένα τρόπῳ τινι...
 

Attachments

  • Νόννος Πανοπολίτης - Παράφρασις του κατά Ιωάννην εις ηρωικόν εξάμετρον.doc
    574 KB · Views: 7
  • Γεννάδιος Θέμελης (1856-1928) - Ευαγγέλιον του εσπερινού της Αναστάσεως (εις κλιτόν και εις η...pdf
    278.8 KB · Views: 12
  • Ευαγγέλιον αγάπης (ηρωικόν εξάμετρον).pdf
    285.2 KB · Views: 13
  • Ευαγγέλιον αγάπης υπό Θρασυβούλου Στανίτσα.pdf
    224 KB · Views: 15
Top