Πασχαλινὴ ἀκολουθία στὴν Μεγάλη Ἐκκλησία στὰ μέσα τοῦ 14ου αἰ.

domesticus

Lupus non curat numerum ovium
Σύντομη περιγραφὴ τοῦ πασχαλινοῦ ὄρθρου στὴν Μεγάλη Ἐκκλησία κατὰ τὰ μέσα τοῦ 14ου αἰῶνα ἀπὸ τὸν ψευδο-Κωδινό, μὲ χρήσιμα στοιχεία τυπικῆς διάταξης.

Kodinos (pseudo), Περὶ ὀφφικίων, Traité des Offices, ἔκδ. J. Verpeaux, Paris 1966, σ. 232 κ.ἐξ:

Ὁ δὲ τῆς μεγάλης Κυριακῆς ὄρθρος ψάλλεται ἐν τρίτῃ ἢ καὶ τετάρτῃ τῆς ἡμέρας ὥρᾳ· γίνεται δὲ οὕτω. Τοῦ βασιλέως ἀπὸ τῶν αὐτοῦ φορεμάτων φοροῦντος ἅτινα βούλεται, καὶ τῶν ἀρχόντων τὰ οἰκεῖα παράσημα, ἐξέρχεται ὁ πρωτοπαπᾶς τῆς ἐκκλησίας μετὰ τοῦ ἀρχιδιακόνου καί τινων τῶν ἀναγνωστῶν, καὶ δίδωσι λαμπάδα τῷ βασιλεῖ. Καὶ οἱ ὑπηρέται ἄρχοντες, ὧν πολλάκις ἐμνήσθημεν, διδόασι πᾶσι τοῖς ἄρχουσιν, ὡς κἀν ταῖς προρρηθείσαις ἑορταῖς, κηρούς. Τῶν οὖν τῆς ἐκκλησίας θυρῶν κεκλεισμένων οὐσῶν, θυμιᾷ ὁ πρωτοπαπᾶς, εἶτα ἐκφωνεῖ πρῶ τον τὸ «δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ τριάδι, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.» Καὶ τῶν ψαλτῶν τὸ «ἀμὴν» ἐπειπόντων, ἐκφωνεῖ οὗτος τὸ ἀναστάσιμον τροπάριον, τὸ »Χριστὸς ἀνέστη ἐκ νεκρῶν», ἐκ τρίτου. Ἔπειτα διαδεξάμενοι τοῦτο οἱ ψάλται ψάλλουσι, μέχρις ἂν ὁ πρωτοπαπᾶς τοὺς τεταγμένους στίχους τελέσῃ, ἤτοι τὸ »ἀναστήτω ὁ θεὸς» καὶ τοὺς λοιπούς. Καὶ μετὰ ταῦτα τοῦ ἀρχιδιακόνου τὰ εἰρηνικά, ὡς ἔθος, εἰπόντος, ὁ πρωτοπαπᾶς ἀνοίξας τὴν θύραν διὰ χειρὸς εἰσέρχεται οὗτός τε καὶ οἱ μετ' αὐτοῦ ἐν τῇ ἐκκλησίᾳ, τὸ «ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν λαοί», γεγωνοτέρᾳ φωνῇ ψάλλοντες. Οὐ μὴν τῶν θυρῶν ἔτι κεκλεισμένων οὐσῶν λέγει, ὡς ἐν πολλαῖς τῶν ἐκκλησιῶν λέγεται, τὸ «ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν» καὶ τὰ ἑξῆς. Μετὰ δὲ τὴν ἀπόλυσιν τοῦ ὄρθρου, τοῦ πρωτοπαπᾶ καὶ τοῦ ἀρχιδιακόνου ἱσταμένων ἐν τοῖς προθύροις τοῦ βήματος, τοῦ μὲν τὸ εὐαγγέλιον, τοῦ δὲ τὸν σταυρὸν φέροντος, εἰσέρχεται ὁ βασιλεύς, καὶ κατὰ πρῶτον ἀσπάζεται τὸ εὐαγγέλιον, εἶτα τὸν πρωτοπαπᾶν, ἔπειτα τὸν σταυρὸν καὶ τὸν ἀρχιδιάκονον.
 
Top