«Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον γ'.
Ἐτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ..., καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Κύριε ἐλέησον γ'.
Ὅπως Κύριος ὁ Θεός, τάξῃ τὴν ψυχὴν αὐτοῦ ἔνθα οἱ δίκαιοι ἀναπαύονται.
Κύριε ἐλέησον γ’.
Τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτοῦ ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
Παράσχου Κύριε»
(Ἱεροδιακονικὸν ἐκδ. Πανσέληνος 1989 σ. 114).