Μακαρισμοὶ Κυριακῆς τοῦ Θωμᾶ

MTheodorakis

Παλαιό Μέλος
«Οἱ μακαρισμοί. Ἦχος α’. Διὰ βρώσεως ἐξήγαγε.


Τὴν εἰρήνην σου φιλάνθρωπε, δοὺς τοῖς ἁγίοις ἀποστόλοις σου, τούτους ἀπέστειλας Χριστέ, εἰς τοῦ κόσμου τὰ πληρώματα, ὅπως μαθητεύσωσιν, τῆς Τριάδος τὴν γνώσιν τὴν ἔνθεον.


Κεκλεισμένων τῶν θυρῶν Χριστός, ἐν μέσῳ ἔστη τὴν εἰρήνην διδούς, τοῖς ἀποστόλοις καὶ Θωμᾶν, ἐν χερσὶν τῶν ἥλων τύπον δεικνύς, καὶ πλευρὰν ἐπίστωσεν, προσκυνῆσαι αὐτοῦ τὴν ἀνάστασιν.


Πιστωθεὶς Θωμᾶς ὡς εὔπιστος, Χριστοῦ τὴν ἔγερσιν ἐκήρυξε, Θεὸν καὶ ἄνθρωπον αὐτόν, τὰ τῶν φύσεων γνωρίσματα, ὥσπερ θεία δόγματα, ἐκδιδάξας ἡμᾶς ὁ ἀπόστολος.

Τριαδικόν.

Τὸν Πατέρα προσκυνήσωμεν, καὶ τὸν Υἱὸν δοξολογήσωμεν, καὶ Πνεῦμα ἅγιον πιστοί, ἐν θεότητι μιᾷ εὐσεβῶς, ἵνα λυτρωθείημεν τῆς ἐκεῖθεν μελλούσης κολάσεως.

Θεοτοκίον.

Τῆς ἀρχαίας ἐλυτρώθημεν κατάρας δέσποινα τῷ τόκῳ σου, ὃν γὰρ ἐγέννησας Θεὸν σαρκοφόρον αὐτὸς ἔβλυσεν, εὐλογίαν ἅπασι, ἐκμειώσας ἀρὰν τῆς προμήτορος»

(χφ. Σινὰ 755 τριῴδιο ι’ αἰ. φ. 160v).
 
Last edited:
Top