Κυριακὴ τοῦ Τυφλοῦ ἑσπέρας «Ὄμμα ὁλομελίας βροτῶν...»

MTheodorakis

Παλαιό Μέλος


Ὄμμα ὁλομελίας βροτῶν, καὶ ὀφθαλμός (χφ. Λειμῶνος 81 πεντηκοστάριο ια'-ιβ' αἰ. φ. 178r) τοῦ κοσμικοῦ τούτου σώματος, ὑπάρχων Θεὲ καὶ Λόγε, καὶ τῶν ὀμμάτων καινός, δημιουργὸς καὶ πλάστης γνωριζόμενος, καὶ νῦν ἐκ τοῦ κράματος, τοῦ χοὸς καὶ τοῦ πτύσματος Τυφλὸν ἀρρήτως, ὀμματοῖς ἐν δακτύλοις σοῖς, καταπλάττουσι, καὶ πηλὸν καὶ τὴν ὅρασιν, ἧς καὶ τυχὼν ὁ πρίν, ἐν γεννητοῖς γνωριζόμενος, ἥλιον ὅλως μὴ βλέπων, σὲ τὸν γλυκὺν ὁρᾷ Ἥλιον, ἰδὼν τὴν εἰκόνα, τοῦ ἡμᾶς δι' εὐσπλαγχνίαν, ἄφατον πλάσαντος.
 
Top