Κοντάκια ἁγίων

MTheodorakis

Παλαιό Μέλος
Τὰ πλήρη ἁγιολογικὰ κοντάκια ἦταν ποιητικὰ συναξάρια, τὰ ὁποία ἀργότερα, τὸν ιβ’ αἰῶνα, τέθηκαν κολοβωμένα πρὸ τοῦ συναξαρίου τοῦ ὄρθρου.


Ὁ πρῶτος οἶκος, μὲ τὴν ἔκτασή του, εἶναι συνήθως μία αἴτηση ἔμπνευσης ἢ μία περίληψη τοῦ βίου τοῦ ἁγίου, ὅπως:

«Ἡ προσευχὴ ὁμοῦ καὶ στεναγμός, τῆς στειρώσεως καὶ ἀτεκνώσεως Ἰωακείμ τε καὶ Ἄννης, εὐπρόσδεκτος, καὶ εἰς τὰ ὦτα Κυρίου ἐλήλυθε, καὶ ἐβλάστησαν καρπὸν ζωηφόρον τῷ κόσμῳ· ὁ μὲν γὰρ προσευχὴν ἐν τῷ ὄρει ἐτέλει, ἡ δὲ ἐν παραδείσῳ ὄνειδος φέρει· ἀλλὰ μετὰ χαράς, ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν»

(Γενέσιον τῆς Θεοτόκου 8 Σεπτεμβρίου).

«Τὸ ἱερὸν Εὐαγγέλιον ἀναπτύξωμεν, ὅ Λουκᾶς ἡμῖν ἔγραψεν ὁ ἱερὸς καὶ θαυμάσιος, καὶ τὴν τοῦ προδρόμου θεασώμεθα σύλληψιν, τὴν φαιδρὰν καὶ ἐπίσημον· φησὶ γάρ, ὡς εἰσῆλθεν ὁ πρεσβύτης καὶ δίκαιος Ζαχαρίας, εἰς τὰ ἅγια τῶν ἁγίων τοῦ θυμιᾶσαι, τῷ τῆς ἐφημερίας καιρῷ, ἐπέστη αὐτῷ Γαβριήλ, εὐαγγελιζόμενος καὶ λέγων· Ἕξεις ἱεράρχα υἱὸν ἐν τῷ γήρᾳ, προφήτην τε καὶ πρόδρομον, φωνήν τε καὶ κήρυκα, καὶ λύχνον ἀείφωτον, τὸν μύστην τῆς χάριτος»

(Σύλληψις τοῦ Προδρόμου 23 Σεπτεμβρίου).

«Ἀθανασίου τὴν πανέορτον μνήμην, ἐν ᾠδαῖς οἱ πιστοὶ ἀνευφημήσωμεν σήμερον· οὗτος γὰρ Ἄρειον τὸν πλάνον, καὶ Εὐνόμιον ἅμα σὺν Σαβελλίῳ, τοῖς τῆς ἀληθείας κατέβαλε δόγμασι, πυρὶ τῷ αἰωνίῳ παραδοὺς αὐτοὺς κατακαίεσθαι, ὡς βλασφημήσαντας ἄδικα κατὰ τῆς τοῦ Σωτῆρος σαρκώσεως, ἣν πάντες Προφῆται προκατήγγειλαν· διὸ εὐφημοῦμεν τὴν μνήμην αὐτοῦ»

(ἁγίου Ἀθανασίου 2 Μαΐου).

«Τῷ νυμφίῳ Χριστῷ, ἔρωτι τῆς καρδίας σου ἀπὸ βρέφους σεμνὴ πυρποληθεῖσα, ἔδραμες, δορκὰς ὡς διψῶσα πηγαῖς ἀειρύτοις, Παρθενομάρτυς, καὶ τῇ ἀθλήσει σεαυτήν συντηρήσασα, ἐν τῷ ἀφθάρτῳ ὄντως τοῦ Κτίστου σου, νύμφη εὐκλεής, θαλάμῳ ἔφθασας ἐστολισμένη, πεποικιλμένη, στεφανηφόρος, νικητὴς λαμπαδηφόρος, εὐθαλής, ἀφθάρτου νυμφῶνος τυχοῦσα, καὶ δεξαμένη ὡς χρυσίον, βραβεῖα νίκης τῆς σῆς ἀθλήσεως»

(ἁγίας Μαρίνας 17 Ἰουλίου).

«Τὰ γενέσια τοῦ Ἡρῴδου πᾶσιν ἐφάνησαν ἀνόσια, ὅτι ἐν μέσῳ τῶν τρυφώντων, ἡ κεφαλὴ τοῦ νηστεύοντος παρετέθη ὥσπερ ἔδεσμα, τῇ χαρᾷ συνήφθη λύπη, καὶ τῷ γέλωτι ἐκράθη πικρὸς ὀδυρμός, ὅτι τὴν κάραν τοῦ Βαπτιστοῦ πίνακι φέρουσα, ἐπὶ πάντων εἰσῆλθεν, ὡς εἶπεν, ἡ παῖς· καὶ διὰ οἶστρον, θρῆνος ἐπέπεσε πᾶσι τοῖς ἀριστήσασι τότε σὺν τῷ βασιλεῖ· οὐ γὰρ ἔτερψεν ἐκείνους, οὔτε Ἡρῴδην αὐτόν, φησί, καὶ ἐλυπήθησαν λύπην οὐκ ἀληθινήν, ἀλλ' ἐπίπλαστον πρόσκαιρον»

(ἀποτομὴ τοῦ Προδρόμου 29 Αὐγούστου).

«Οἶκον Θεοῦ ὡς ἀληθῶς, σαυτὸν εἰργάσω πάτερ, ταῖς θείαις ἀρεταῖς σου, σαφῶς κατακοσμήσας, ὥσπερ χρυσίον τηλαυγές, πίστιν ἐλπίδα καὶ ἀγάπην ἀληθῆ, θείους θεσμοὺς ἐκθέμενος, ἐγκρατείᾳ ἀσκήσας ὡς ἄσαρκος, φρόνησιν, ἀνδρείαν, σωφροσύνην κτησάμενος ταπείνωσιν, δι' ἧς ἀνυψώθης· διὸ καὶ ἐφωτίσθης εὐχαῖς ἀεννάοις, καὶ τοῦ οὐρανοῦ κατέλαβες τὰς σκηνώσεις, καθηγητὰ Ἰωάννη πατὴρ ἡμῶν»

(Κυριακὴ δ’ νηστειῶν Ἰωάννου τῆς Κλίμακος).
 
Top