Ὁ Κανών τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχὶς
Τὴν πανέφημον Αἰκατερῖναν ἄσμασι μέλπω.
Ποίημα Θεογνώστου.
ᾨδὴ α´. Ἦχος β΄. Τῷ τὴν ἄβατον.
Τῷ Νυμφίῳ σου * παρισταμένη πάνσεμνε * λόγῳ τῷ ανατείλαντι * ἐκ προανάρχου Πατρὸς * πρὸ αἰώνων ὠς αὐτοῦ * θείῳ ἀπαυγάσματι * λόγον μοι αἴτησαι * τὴν ἀξιέπαινον ὑμνῆσαι μαρτυρίαν σου.
Ἡ Σοφία σε * Θεοῦ ἡ ἐνυπόστατος * Λόγος ὁ συναΐδιος * Πατρὶ καὶ Πνεύματι * οἵα σκεῦος ἐκλογῆς * πλήρης θείας χάριτος * καὶ καθαρότητος εὐρὼν ἐνέπνευσε * σοφίαν τὴν οὐρἀνιον.
Νοῦν ἀβέβηλον * ἐξ ἡδονῶν τηρήσασα * τοῦτον κατοικητήριον * Θεοῦ ἐτέλεσας * καὶ τὸ κάλλος τῆς ψυχῆς * ἄσπιλον φυλάξασα θεομακάριστε * νύμφη πανάμωμος ἐγένου τοῦ ποιήσαντος
Πλούτῳ ῥέοντι * καρδίαν μὴ συνδήσασα * ταύτην τῷ Παντοκράτορι * Θεῷ συνέδησας * καὶ τῷ πόθῳ τῷ αὐτοῦ * Μάρτυς τετρωμένη ἦλθες αὐτόκλητος * ἐπὶ τὸ στάδιον Θεὸν ἕνα κηρύττουσα.
Θεοτοκίον.
Ἀγιάσματος * εὐρὼν σε καθαρώτατον * τόπον ὁ Ὑπεράγιος * ἐν σοὶ ἐσκήνωσε * Παναμώμητε σεμνή * οὗ τῶν ἡδυπνόων μύρων αἰσθόμεναι * κόραι νεάνιδες * αὐτῷ κατηκολούθησαν.
ᾨδή γ΄. Ἦχος β΄. Ἐν πέτρᾳ με τῆς πίστεως.
Νεᾶνις σοφωτάτη καὶ λαμπροτάτη * ὡραία καὶ τὴν ὄψιν καὶ τὴν καρδίαν * εἰς μέσον παραστᾶσα γενναιοφρόνως * τοῦ βασιλεύοντος * τοῦτον διήλεγχεν * ἀνοήτως δαίμοσιν ἐπιθύοντα.
Ἐξέστη τῇ σοφίᾳ καὶ τῇ συνέσει * καὶ ὅλος ἀπεπάγη μέσον τοῦ δήμου * ὁ ἄναξ μὴ ἰσχύων ἀποκριθῆναι * πρὸς τὴν θεόσοφον * σὲ καὶ θεόπαιδα * Μάρτυς ἀξιάγαστε καὶ πανεύφημε.
Ὑπάρχουσα σοφίας τῆς θείας πλήρης * καὶ πᾶσαν ἐκμαθοῦσα τὴν ἔξω γνώσιν * ὑπέφαινες τῷ λόγῳ τῆς ἀληθείας * ἐκμυκτηρίζουσα * Μάρτυς πανένδοξε * τὴν εἰδώλων θέωσιν * τὴν ψευδώνυμον.
Θεοτοκίον
Φωτί με σωτηρίας περιβαλοῦσα * ἐξάγαγε τοῦ σκότους τῆς ἀπωλείας * πανύμνητε Παρθένε Θεοκυῆτορ * ἡ τὸν σωτῆρα μου Χριστὸν κυήσασαν * ὅπως μεγαλύνω σε πίστει σωζόμενος.
Θ´ ᾨδή
Ἦχος β΄. Ἀνάρχου γεννήτορος.
Ἐφρούρει σε Ἄγγελος * Κυρίου Παντοκράτορος * ἐν τροχῷ προσδεθεῖσαν Μάρτυς Πανεύφημε * ὧ περιεπάρησαν ἦλοι * λίαν ὀξεῖς * Θεὸν ἀνυμνοῦσαν * τὸν μόνον δυνάμενον * ἐκ πικροῦ θανάτου ῥύεσθαι.
Λαὸς ὁ θεώμενος * τὸ θαῦμα ἐμεγάλυνε * τὸν Θεὸν ἀνεῖλεν ἐκκυλισθείς ὁ τροχός * πλῆθος πολυάριθμον * ἅμα μιᾷ φωνῇ * μέγας εκβοῶντες * Θεός ὁ τῆς μάρτυρος * ὁ Θεὸς ὁ παντοδύναμος.
Προθεῖσα τὴν κάραν σου * τῷ ξίφει καλλιπάρθενε * τῷ τῆς νίκης στεφάνῳ * λαμπρῶς κατέστεψαι * γάλα δὲ ἐῤῥύη * οὐχ αἷμα ἐκ τῆς τομῆς * καὶ ἄγγελος θεῖος * θεοῦ το πανίερον * ἐν Σινᾷ κομίζει σῶμά σου.
Ὡς ἔχουσα ἔνδοξε * γνησίαν τὴν οἰκείωσιν * περὶ τὸν βασιλέα ἀπάντων καὶ Κύριον * καὶ τὴν παῤῥησίαν μεγάλην * ὑπὲρ ἡμῶν * πάντοτε δυσώπει * εὑρεῖν ἡμᾶς ἔλεος * τοὺς πιστῶς σε μακαρίζοντας.
Θεοτοκίον.
Θεὸς σεσωμάτωται *
ἐκ τῶν ἁγνῶν αἰμάτων σου *
ὅθεν πᾶσα ὑμνεῖ σε *
γενεὰ Δέσποινα *
Νόων τε τὰ πλήθη δοξάζει *
ὡς διὰ σοῦ σαφῶς κατιδόντα *
τὸν πάντων δεσπόζοντα *
οὐσιωθέντα τὸ ἀνθρώπινον.