domesticus
Lupus non curat numerum ovium
Ἐνδιαφέρουσα κριτικὴ γιὰ τὸν τρόπο ψαλμώδησης στὴν Κωνσταντινούπολη τοῦ 10ου αἰ. ἐπὶ πατριαρχείας Θεοφυλάκτου (933-956). Ἔχει σχέση καὶ μὲ κάποια τελευταία ἀνεβάσματα στὸ forum
Γεωργίου Κεδρηνοῦ, Σύνοψις ἱστοριῶν, ἔκδ. Ι. Bekker, Bonn 1838-39, τ. 2, σ. 333 κ.ἐξ.: ἔργον ἐκείνου (ἐνν. Θεοφυλάκτου) καὶ τὸ νῦν κρατοῦν ἔθος, ἐν ταῖς λαμπραῖς καὶ δημοτελέσιν ἑορταῖς ὑβρίζεσθαι τὸν θεὸν καὶ τὰς τῶν ἁγίων μνήμας διὰ λυγισμάτων ἀπρεπῶν καὶ γελώτων καὶ παραφόρων κραυγῶν τελουμένων τῶν θείων ὕμνων, οὓς ἔδει μετὰ κατανύξεως καὶ συντριμμοῦ καρδίας ὑπὲρ τῆς ἑαυτῶν ἡμᾶς σωτηρίας προσφέρειν τῷ θεῷ. πλῆθος γὰρ συστησάμενος ἐπιρρήτων ἀνδρῶν καὶ ἔξαρχον αὐτοῖς ἐπιστήσας Εὐθύμιόν τινα Κασνῆν λεγόμενον, ὃν αὐτὸς δομέστικον τῆς ἐκκλησίας προυβάλετο, καὶ τὰς Σατανικὰς ὀρχήσεις καὶ τὰς ἀσήμους κραυγὰς καὶ τὰ ἐκ τριόδων καὶ χαμαιτυπείων ἠρανισμένα ᾄσματα τελεῖσθαι ἐδίδαξεν. οὕτως δὲ βιοτεύων καταστρέφει τὸν βίον ἐν τῷ ἀτάκτως ἱππάζεσθαι, ἔν τινι τείχει τῶν παραθαλασσίων θραυσθεὶς καὶ αἷμα ἀναγαγὼν διὰ τοῦ στόματος. ἐπὶ δύο δ᾽ ἔτη νοσηλευόμενος καὶ ὑδέρῳ περιπεσὼν ἐτελεύτησε.