Μανώλη, η υποσημείωση αναφέρεται στο δοξαστικό των αποστίχων του όρθρου της 30ης Δεκεμβρίου:
Ἦχος πλ. α'
Ὁρῶσά σε ἡ κτίσις ἅπασα, ἐν Βηθλεὲμ σαρκὶ τικτόμενον, τὸν Δημιουργὸν καὶ Κτίστην τῶν ἁπάντων, καινουργεῖται πάλιν καὶ ἀναπλάττεται, ὁ ἥλιος δὲ τὸ φῶς ἐφήπλωσε, καὶ ἡ γῆ ἐπαγάλλεται. Μάγοι ἐκ Περσίδος Βασιλεῖ δῶρα προσφέρουσι, Ποιμένες θαυμάζουσιν ἐκπλαγέντες, καὶ Θεὸν σὺν τῇ τεκούσῃ προσκυνοῦσι σαρκί. Ὢ τοῦ θαύματος! ὁ τροφεὺς τρέφεται Μητρὶ πανάγνῳ, διὰ τὴν τοῦ κόσμου σωτηρίαν καὶ ἀνάπλασιν.
Για σύγκριση, αυτό είναι των Θεοφανείων (για το οποίο γίνεται λόγος στο παρόν θέμα) ...
Ἦχος πλ. α'
Ὁρῶσά σε ἡ φύσις ἅπασα τῶν γηγενῶν, γυμνὸν ἐν ὕδασι τὸν Δημιουργόν, τὸ Βάπτισμα αἰτοῦντα, ἠλλοιοῦτο φόβῳ καὶ ἐξεπλήττετο· ὁ Πρόδρομος δέ, τρόμῳ συνείχετο, μὴ τολμῶν προσεγγίσαι σοι· ἠ θάλασσα ἔφυγεν· Ἰορδάνης τὸ ῥεῖθρον ἀνεχαίτισε· τὰ ὄρη ἐσκίρτησαν θεωροῦντα σε, καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐξίσταντο λέγουσαι· Ὢ τοῦ θαύματος! ὁ Σωτὴρ γυμνοῦται, ἐνδῦσαι θέλων σωτηρίαν, τοὺς ἀνθρώπους καὶ ἀνάπλασιν.
... και αυτό το αντίστοιχο της Σταυροπροσκυνήσεως.
Ἦχος πλ. α'
Ὁρῶσά σε ἡ Κτίσις ἅπασα ἐπὶ σταυροῦ γυμνὸν κρεμάμενον τὸν Δημιουργὸν καὶ κτίστην τῶν ἁπάντων ἠλλοιοῦτο φόβῳ, καὶ ἐπωδύρετο, ὁ ἥλιος δὲ τὸ φῶς συνέστειλε, καὶ ἡ γῆ ἐκυμαίνετο, πέτραι δὲ ἐσχίζοντο καὶ ναοῦ φαιδρότης διερρήγνυτο, νεκροὶ ἐξανίσταντο ἐκ μνημάτων καὶ Ἀγγέλων αἱ δυνάμεις ἐξίσταντο λέγουσαι· Ὢ τοῦ θαύματος! ὁ Κριτὴς κρίνεται, καὶ πάσχει θέλων διὰ τὴν τοῦ Κόσμου σωτηρίαν καὶ ἀνάπλασιν.